# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 78.1

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 78. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/78.1

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΤΗΣ ΠΕΡΣΙΚΗΣ ΑΡΜΕΝΙΑΣ. Ὅταν ὁ κυβερνήτης τι πάθῃ, ἢ ὁ πρωρεύς, ἢ τῶν ναυτῶν ὁ πρῶτος τὴν ἐκείνου χρείαν πληροῖ, οὐκ αὐτοχειροτόνητος κυβερνήτης γινόμενος, ἀλλὰ τῆς τοῦ σκάφους προμηθούμενος σωτηρίας. Οὕτω πάλιν ἐν πολέμῳ, τοῦ στρατηγοῦ πεσόντος, τῶν χιλιάρχων ὁ πρῶτος τὴν στρατηγίαν κοσμεῖ, οὐ τὴν ἐξουσίαν ἁρπάζων, ἀλλὰ τῶν ὁμοφύλων φροντίζων. Οὕτω καὶ ὁ τρισμακάριος Τιμόθεος τοῦ θεσπεσίου Παύλου τὸν τόπον ἐπλήρου παρ' ἐκείνου πεμπόμενος. Προσήκει τοίνυν τὴν σὴν θεοσέβειαν καὶ κυβερνήτου καὶ στρατηγοῦ καὶ ποιμένος σπουδὴν ἀναδέξασθαι, καὶ πάντα κίνδυνον ὑπὲρ τῶν τοῦ Χριστοῦ προβάτων μεθ' ἡδονῆς καταδέξασθαι, καὶ μὴ καταλιπεῖν ἔρημα κηδεμόνος τὰ θρέμματα· ἀλλὰ καὶ τὸ συντετριμμένον καταδῆσαι, καὶ τὸ πεπτωκὸς ἀνορθῶσαι, καὶ τὸ πλανώμενον ἐπιστρέψαι, καὶ τὸ ὑγιαῖνον τῇ ὑγιείᾳ φυλάξαι, καὶ τοὺς ἀγαθοὺς ποιμένας μιμήσασθαι, οἳ πρὸ τῶν ποιμνίων ἑστᾶσι, καὶ τὸν πρὸς τοὺς λύκους ἀναδέχονται πόλεμον. Ἀναμνησθῶμεν δὲ καὶ τῶν τοῦ πατριάρχου Ἰακὼβ ῥημάτων, ἃ τοῦ κηδεστοῦ τὴν ἀχαριστίαν διελέγχων προσήνεγκεν. Ἐγὼ ἤμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀφίστατο ὁ ὕπνος τῶν ὀφθαλμῶν μου. Κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον, θηριάλωτον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον παρ' ἐμαυτῷ ἁρπάγματα τῆς ἡμέρας καὶ τῆς νυκτός. Οὗτοι ποιμενικοὶ χαρακτῆρες, οὗτοι νόμοι τῆς τῶν προβάτων ἐπιμελείας. Εἰ δὲ ἀλόγων προβάτων τοσαύτην ὁ θαυμάσιος ἀνὴρ ἐποιήσατο πρόνοιαν, καὶ ταύτην τῷ πεπιστευκότι τὴν ἀπολογίαν προσήνεγκεν, τί οὐ ποιητέον ἡμῖν, λογικὰ μὲν ἐγχειρισθεῖσιν πρόβατα, παρὰ δὲ τοῦ Θεοῦ τῶν ὅλων ταύτην δεξαμένοις τὴν ἐπιμέλειαν, καὶ λογιζομένοις ὅτι ὁ Δεσπότης ὑπὲρ τούτων ἔδωκε τὴν ψυχήν; Τίς δὲ οὐ δέδιέ τε καὶ πέφρικεν ἀκούων τοῦ Θεοῦ διὰ τοῦ Ἰεζεκιὴλ λέγοντος, ὅτι Κρινῶ ἀναμέσον ποιμένος καὶ προβάτου, διότι τὸ γάλα ἠσθίετε, καὶ τὰ ἔρια περιεβάλλεσθε, καὶ τὰ πρόβατα οὐκ ἐβόσκετε. Καὶ πάλιν, ὅτι Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἐὰν μὴ διαστείλῃ τῷ ἀνόμῳ, τοῦ ἀποστρέψαι τὸν ἄνομον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Τούτοις συμφωνεῖ καὶ τὰ παραβολικῶς ὑπὸ τοῦ Κυρίου εἰρημένα· Δοῦλε ἀργὲ καὶ ὀκνηρέ, ἔδει σε τὸ ἀργύριόν μου καταβαλεῖν ἐπὶ τὸν τραπεζίτην, κἀγὼ ἐλθὼν μετὰ τόκου ἀπῄτησα ἂν αὐτό. Διαναστῶμεν τοίνυν, παρακαλῶ, καὶ τῶν τοῦ Δεσπότου προβάτων ὑπερμαχήσωμεν. Ἐγγὺς ὁ τούτων Δεσπότης ἐπιφανεῖται πάντως, καὶ τοὺς λύκους ἀποσκεδάσει, καὶ τοὺς ποιμένας δοξάσει. Ἀγαθὸς γὰρ Κύριος τοῖς ὑπομένουσιν αὐτὸν καὶ ψυχῇ, ἣ ζητήσει αὐτόν. Καὶ μὴ δυσχεράνωμεν τὸν ἐπαναστάντα χειμῶνα· οἶδε γὰρ τὸ συμφέρον ὁ τῶν ἁπάντων Δεσπότης. Διὰ τοῦτο γὰρ καὶ τῷ Ἀποστόλῳ αἰτήσαντι τῶν πειρασμῶν τὴν ἀπαλλαγήν, τὴν αἴτησιν οὐ παρέσχεν, ἀλλ' εἶπεν· Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἐνέγκωμεν τοίνυν γενναίως τὰ προσπίπτοντα λυπηρά. Ἐν τοῖς πολέμοις οἱ ἀριστεύοντες δείκνυνται· ἐν τοῖς ἀγῶσιν οἱ ἀθληταὶ στεφανοῦνται· ἡ τῆς θαλάττης ζάλη δήλην ποιεῖ τοῦ κυβερνήτου τὴν τέχνην· τὸ πῦρ τὸν χρυσὸν δοκιμάζει. Μὴ μόνον δὲ ἡμῶν αὐτῶν, παρακαλῶ, φροντίσωμεν, ἀλλὰ πλείονα τῶν ἄλλων ποιησώμεθα πρόνοιαν, καὶ μὴ μόνον τῶν ὑγιαινόντων, ἀλλὰ πολλῷ μᾶλλον τῶν ἀσθενούντων. Ἀποστολικὸς γάρ ἐστι νόμος διαρρήδην βοῶν· Παρακαλεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν. Ὀρέξωμεν τοίνυν χεῖρα τοῖς κειμένοις, θεραπεύσωμεν αὐτῶν τὰ τραύματα, στήσωμεν καὶ αὐτοὺς ἐν τῇ παρατάξει κατὰ τοῦ διαβόλου· οὐδὲν αὐτὸν οὕτως ἀνιάσει, ὡς τὸ πάλιν τούτους ἰδεῖν πολεμοῦντας καὶ βάλλοντας. Φιλάνθρωπός ἐστιν ὁ Δεσπότης, δέχεται τῶν πλημμελούντων τὴν μεταμέλειαν· ἀκούσωμεν αὐτοῦ λέγοντος· Ζῶ ἐγώ, λέγει Κύριος· εἰ θελήσει θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν. Διὰ τοῦτο καὶ ὅρκον τῷ λόγῳ προτέθεικεν, καὶ ὁ τοῖς ἄλλοις ἀπαγορεύων τοὺς ὅρκους, ὀμώμοκεν, ἵνα πείσῃ ὡς τῆς ἡμετέρας μεταμελείας καὶ σωτηρίας ἐφίεται. Τούτων αἱ θεῖαι βίβλοι μεσταί, καὶ αἱ παλαιαί, καὶ αἱ καιναί. Ταῦτα καὶ οἱ κανόνες τῶν ἁγίων Πατέρων διδάσκουσιν. Ἐγὼ δὲ αὐτὰ οὐχ ὡς ἀγνοοῦσιν ὑμῖν γέγραφα, ἀλλ' ὡς εἰδότας ἀνέμνησα· καὶ ἐμιμησάμην τοὺς ἐπὶ τῆς γῆς ἑστῶτας, καὶ τοῖς κλυδωνιζομένοις ἐπικουροῦντας, καὶ ἢ πρόβολον ἐπιδεικνύντας, ἢ βράχος κεκρυμμένον μηνύοντας, ἢ σχοῖνον δεχομένους καὶ ἕλκοντας. Ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει, καὶ εὐφρανεῖ τὰς ἡμετέρας ἀκοὰς τῇ ὑμετέρᾳ γαλήνῃ, εἰπὼν τῇ μαινομένῃ θαλάττῃ· Σιώπα, πεφίμωσο. Ὑμεῖς δὲ τὰς ὑπὲρ ἡμῶν προσευχὰς αὐτῷ προσενέγκατε. Πλείονα γὰρ ἔχετε παρρησίαν, ὡς τοὺς ὑπὲρ αὐτοῦ κινδύνους ἀναδεξάμενοι.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
