# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 79.1

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/79.1

ΑΝΑΤΟΛΙῼ ΠΑΤΡΙΚΙῼ. Δέδωκεν ἡμῖν ὁ Δεσπότης Θεὸς μεγίστην παραψυχὴν ἐν τῷ παρόντι καιρῷ τὴν ὑμετέραν μεγαλοπρέπειαν καὶ τῷ κλύδωνι τὸν λιμένα παρέσχε κατάλληλον. Διά τοι τοῦτο θαρροῦντες τὰ λυποῦντα διδάσκομεν τὸ ὑμέτερον μέγεθος. Πρώην μὲν οὖν ἐγνωρίσαμεν ὑμῶν τῇ μεγαλοφυΐᾳ, ὡς ὑπέδειξαν ἡμῖν οἱ περὶ τὸν μεγαλοπρεπέστατον κόμητα Ῥοῦφον ὑπομνηστικὸν τῇ βασιλικῇ γεγραμμένον χειρί, παρακελευόμενον τῷ ἀνδρειοτάτῳ στρατηγῷ, μετὰ φρονήσεως καὶ ἐμμελείας παρασκευάσαι ἡμᾶς ἐν τῇ Κύρρῳ διάγειν, καὶ εἰς ἑτέραν μὴ ἀπιέναι πόλιν, ὡς συνόδους συνεχῶς εἰς τὴν Ἀντιόχειαν συνάγοντας, καὶ τοὺς ὀρθοδόξους ταράττοντας. Ἐπὶ δὲ τοῦ παρόντος γνωρίζω, ὡς τῷ βασιλικῷ πεισθεὶς γράμματι τὴν Κύρρον κατέλαβον· καὶ ἓξ ἢ ἑπτὰ διελθουσῶν ἡμερῶν, ἀπέστειλαν πρός με τὸν καθωσιωμένον Εὐφρόνιον, τὸν στρατηλατιανόν, μετὰ γραμμάτων ἀπαιτοῦντές με καθομολογῆσαι ἐγγράφως, ὡς ἐνεφανίσθη μοι τὸ βασιλικὸν γράμμα· ἐγὼ δὲ καὶ τοῦτο πεποίηκα, καὶ ὑπεσχόμην τῇ Κύρρῳ καὶ τῇ ταύτης προσεδρεύειν χώρᾳ, καὶ τὰς ἐγχειρισθείσας μοι ποιμαίνειν ψυχάς. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν μεγαλοφυΐαν, μαθεῖν ἀκριβῶς, καὶ εἰ ἀληθῶς ταῦτα προστέτακται, καὶ διὰ ποίαν αἰτίαν. Ἐγὼ γὰρ ἄλλας μὲν ἁμαρτίας ἐμαυτῷ πολλὰς σύνοιδα, οὐ μὴν ἢ εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ εἰς τὴν κοινὴν εὐταξίαν οἶδά τι πλημμελήσας. Καὶ ταῦτα γράφω, οὐχ ὡς δυσχεραίνων τὴν ἐν Κύρρῳ διαγωγήν· ὡς γὰρ ἐπὶ τῆς ἀληθείας, πάσης πόλεως λαμπροτάτης αἱρετωτέραν ταύτην ἡγοῦμαι, διὰ τὸ παρὰ τοῦ Θεοῦ μοι τοῦτον δεδόσθαι τὸν κλῆρον. Τὸ δὲ ἀνάγκῃ προσδεδέσθαι, καὶ μὴ γνώμῃ, δοκεῖ πως εἶναι ἀνιαρόν, καὶ πρὸς τούτοις πρόφασιν δίδωσι τοῖς ἀδικοῦσι θρασύνεσθαι καὶ ταῖς ἡμετέραις μὴ πείθεσθαι παραινέσεσιν. Οὗ δὴ χάριν παρακαλῶ τὸ ὑμέτερον μέγεθος, εἰ μὲν οὐδὲν τοιοῦτο προστέτακται, δῆλόν μοι τοῦτο ποιῆσαι· εἰ δὲ ἀληθῶς τοῦ καλλινίκου βασιλέως ἐστὶ τὰ γράμματα, διδάξαι αὐτοῦ τὴν εὐσέβειαν, μὴ πείθεσθαι ῥᾳδίως διαβολαῖς, μηδὲ μόνοις τοῖς κατηγόροις διδόναι τὰς ἀκοάς, ἀλλ' ἀπαιτεῖν εὐθύνας τὸν κατηγορούμενον. Ἤρκει δὲ καὶ αὐτὴ τῶν πραγμάτων ἡ μαρτυρία πεῖσαι αὐτοῦ τὴν εὐσέβειαν, ὡς ψευδῆ τὰ καθ' ἡμῶν εἰρημένα. Πότε γὰρ ἡμεῖς τὴν αὐτοῦ γαληνότητα περὶ πράγματος ἠνωχλήσαμεν, ἢ τοὺς μεγάλους ἄρχοντας, ἢ τοῖς ἐνταῦθα κεκτημένοις, πολλοῖς οὖσιν καὶ λαμπροῖς, βαρεῖς ἐγενόμεθα; Ὅτι δὲ καὶ πολλὰ τῆς ἐκκλησιαστικῆς προσόδου εἰς τὰ δημόσια ἀνηλώσαμεν οἰκοδομήματα, στοὰς ἐγείροντες καὶ λουτρά, καὶ γεφύρας κατασκευάζοντες, καὶ τῶν κοινῶν τῶν ἄλλων ἐπιμελούμενοι, οἶδεν ἡ ὑμετέρα μεγαλοφυΐα. Εἰ δὲ διὰ τοῦτό τινες δυσχεραίνουσιν, ὅτι τῶν τῆς Φοινίκης Ἐκκλησιῶν θρηνοῦμεν τὴν κατάλυσιν, πεπείσθω ὑμῶν τὸ μέγεθος, ὡς οὐχ οἷόν τε ἡμᾶς μὴ ἀλγεῖν, ὁρῶντας τῶν Ἰουδαίων τὸ κέρας εἰς ὕψος αἰρόμενον, καὶ τοὺς Χριστιανοὺς ἐν ὀδυρμοῖς καὶ θρήνοις, κἂν εἰς αὐτὰς πέμψωσι τὰς τῆς οἰκουμένης ἐσχατιάς. Καὶ τῶν ἀποστολικῶν δὲ δογμάτων μὴ ὑπερμαχεῖν οὐ δυνάμεθα· μεμνήμεθα γὰρ τῆς ἀποστολικῆς λεγούσης φωνῆς· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Καὶ τῶν ἐνταῦθα δὲ λυπηρῶν τὸ τοῦ Δεσπότου Χριστοῦ δικαστήριον ἡμῖν φοβερώτερον· ἐκείνῳ γὰρ πάντες παραστησόμεθα, τῶν εἰρημένων καὶ πεπραγμένων εὐθύνας ὑφέξοντες. Δι' ἐκεῖνο τὸ δικαστήριον φορητὰ ἡμῖν τοῦ παρόντος βίου τὰ σκυθρωπά. Ἀρκοῦσα γὰρ ψυχαγωγία τοῖς ἀδικουμένοις ἡ τῶν μελλόντων ἐλπίς. Ἡμῖν δὲ προστέθεικεν ὁ φιλάνθρωπος Δεσπότης καὶ τὴν ὑμετέραν μεγαλοφυΐαν, πίστει καὶ φιλοθεΐᾳ λαμπρυνομένην.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
