# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 87

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/87

ΔΟΜΝῼ ΕΠΙΣΚΟΠῼ ΑΠΑΜΕΙΑΣ. Ὁ μὲν τῆς φιλαδελφίας ἀπῄτει νόμος πολλὰς ἡμᾶς ἐν τῷ παρόντι καιρῷ δέξασθαι παρὰ τῆς σῆς φιλοθεΐας ἐπιστολάς. Παρεγγυᾷ γὰρ ὁ θεῖος Ἀπόστολος κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων. Ἐδεξάμην δὲ οὐδεμίαν, καίτοι παραγενομένων ἔναγχος πρὸς ἡμᾶς τῶν τε θεοσεβεστάτων μοναζόντων τῆς ὑμετέρας μονῆς, καὶ τοῦ θεοσεβεστάτου Ἡλίου τοῦ πρεσβυτέρου. Ἐγὼ δὲ γράφω καὶ προσφθέγγομαί σου τὴν ὁσιότητα καὶ γνωρίζω ὡς ἤρκεσεν ἡμῖν ἀντὶ πάντων ἡ τοῦ Δεσπότου ψυχαγωγία. Τῷ ὄντι γάρ, οὐδ' εἰ ἰσάριθμα τῶν ἡμετέρων τριχῶν σχοίημεν στόματα, ὑμνῆσαι αὐτὸν ἀξίως ἰσχύομεν, διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν τῆς δοκούσης ἀτιμίας ἀξιωθέντες, ἣν πάσης τιμῆς σεβασμιωτέραν ἡγούμεθα. Εἰ δὲ καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκῆσαι κατακριθείημεν, πλέον αὐτὸν ἀνυμνήσομεν, ὅσῳ μειζόνων ἀγαθῶν ἀξιούμεθα. Εὐξάσθω δὲ ὅμως ἡ ὁσιότης σου καὶ αἰτησάτω ταῖς ἁγίαις Ἐκκλησίαις γαλήνην. Τῆς γὰρ τούτων ἕνεκα ζάλης καὶ ἡμεῖς θρηνοῦμεν καὶ στένομεν καὶ ὀλοφυρόμεθα. Καὶ γὰρ ἐξέωσαν, ὡς ἔγνωμεν, ταύτην οἱ ἀπὸ Ὀσροηνῆς κληρικοί, μυρία πάντων ἡμῶν καταχέαντες, καίτοι ὁμοῦ οὐδὲ συνδικάσαντος, οὐδὲ τῆς ἐπ' αὐτοῖς κοινωνήσαντος ψήφου, ἀλλά, ὡς οἶδέ σου ἡ ὁσιότης, καὶ τὴν κοινωνίαν αὐτοῖς δοθῆναι τὸ Πάσχα παρακαλέσαντος. Ἀλλὰ ῥᾴδιον τοῖς συκοφάνταις λέγειν ἃ βούλονται. Ἡμᾶς δὲ ὁ τοῦ Δεσπότου παραμυθεῖται μακαρισμός. Μακάριοι γάρ ἐστε, φησίν, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ, ψευδόμενοι. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
