Ancient Greek
Letter 95
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 95
Not analysed yet
ΑΝΤΙΟΧῼ ΥΠΑΡΧῼ. Τῆς μεγίστης ἀρχῆς τὰς μὲν φροντίδας ἀπέθεσθε, τὸ δὲ κλέος ὑμῶν παρὰ πᾶσιν ἀνθεῖ. Οἱ γὰρ τὰς ὑμετέρας εὐεργεσίας τρυγήσαντες ᾄδουσι ταύτας ἐνδελεχῶς—πλεῖστοι δὲ οὗτοι καὶ πανταχοῦ—, καὶ πολλοῖς τὰς εὐφημίας προσφέροντες, καὶ τὰς ἐκείνων γλώττας πάλιν εἰς ἐπαίνους κινοῦντες. Ἐγὼ δὲ γάννυμαι, θεωρῶν τὸν ἀξιέραστον καρπόν, τὴν πολυθρύλητον ὡραίζοντα ῥίζαν. Οὗ δὴ χάριν ἐπὶ τὰ μείζω καὶ τελειότερα τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, καὶ τῆς τῶν Ἐκκλησιῶν ἀξιῶ φροντίσαι γαλήνης. Πολλοῦ γὰρ ταύτας χειμῶνος ἐνέπλησαν οἱ τὰς καθ' ἡμῶν συκοφαντίας ὑφήναντες. Διά τοι τοῦτο καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ μακρᾶς ὁδοιπορίας καὶ ἀσθενείας καὶ γήρως καταφρονήσαντες καὶ τὰ σφέτερα ποίμνια καταλιπόντες ἀποίμαντα, τὴν μακρὰν ταύτην πορείαν ἐστείλαντο, διελέγξαι τὸ κατὰ πάντων ἡμῶν συντεθὲν ἐπειγόμενοι ψεῦδος. Ἐπαμυνάτω τοίνυν αὐτοῖς τὸ ὑμέτερον μέγεθος καὶ τῆς συκοφαντουμένης ἑῴας κηδόμενον καὶ τῆς ἀποστολικῆς προμηθούμενον πίστεως. Πρέπει γὰρ ὑμῖν τοῖς ἄλλοις κατορθώμασι καὶ τόδε προσθεῖναι τὸ κλέος.