Ancient Greek
Letter 109
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 109.1
Not analysed yet
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΑΓΚΥΡΑΣ. Πολλὰ μὲν τὰ καθ' ἡμῶν τυρευόμενα καὶ δι' ἡμῶν κατὰ τῆς ἀποστολικῆς καττυόμενα πίστεως. Ψυχαγωγεῖ δὲ ἡμᾶς τὰ τῶν ἁγίων παθήματα προφητῶν, ἀποστόλων, μαρτύρων καὶ τῶν ἐν ταῖς Ἐκκλησίαις διαπρεψάντων ἐν τῷ λόγῳ τῆς χάριτος· πρὸς δὲ τούτοις καὶ αἱ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπαγγελίαι. Οὐδὲν γὰρ ἡμῖν ἐν τῷ παρόντι βίῳ τερπνὸν οὐδὲ θυμῆρες ὑπέσχετο, ἀλλὰ θλίψεις καὶ πόνους καὶ κινδύνους καὶ πολεμίων ἐπαναστάσεις. Ἐν τῷ κόσμῳ γάρ, φησί, θλίψιν ἔχετε. Καί· Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι. Καί· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; Καί· Ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Καί· Στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καί· Ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν. Καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. Συνῳδὰ δέ φησι καὶ ὁ θεῖος Ἀπόστολος· Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Ταῦτα μὲν οὖν ἡμῖν παραψυχὴν ἐν τῇδε τῇ ζάλῃ παρέσχε μεγίστην. Ἐπειδὴ δὲ εἰκὸς καὶ μέχρι τῆς σῆς ἁγιωσύνης τὰς καθ' ἡμῶν διαβῆναι συκοφαντίας, παρακαλῶ σου τὴν ὁσιότητα μηδ' ὅλως ὑποσχεῖν ταῖς τῶν συκοφαντῶν ψευδολογίαις τὰς ἀκοάς. Ἐγὼ γὰρ οὐκ οἶδα μέχρι τοῦ παρόντος διδάξας εἰς δύο πιστεύειν υἱούς. Εἰς ἕνα γὰρ ἐδιδάχθην πιστεύειν Μονογενῆ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Σαρκὸς μέντοι καὶ θεότητος ἐπίσταμαι τὸ διάφορον, καὶ δυσσεβεῖν μοι δοκοῦσιν οἱ εἰς δύο υἱοὺς μερίζοντες τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ οἱ τὴν ἐναντίαν τούτοις ὁδεύοντες καὶ μίαν φύσιν ἀποκαλοῦντες τὴν θεότητα τοῦ Δεσπότου Χριστοῦ καὶ τὴν ἀνθρωπότητα. Ἐναντίοι γὰρ ἀλλήλοις οὗτοι κρημνοί· μέση δὲ ἡ τῶν εὐαγγελικῶν δογμάτων ὁδός, τοῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων ἴχνεσι κοσμουμένη, καὶ τῶν μετὰ τούτους ἐν τῷ διδασκαλικῷ διαπρεψάντων χαρίσματι. Ἐβουλόμην δὲ καὶ τὰς τούτων παραθεῖναι χρήσεις καὶ δεῖξαι τῷ ἡμετέρῳ μαρτυρούσας φρονήματι. Ἀλλὰ πλειόνων δεῖ μοι λόγων ἢ κατὰ μέτρον ἐπιστολῆς. Οὗ δὴ χάριν ἐν κεφαλαίῳ γράψας, ἃ περὶ τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως μεμαθήκαμεν, ἀπέστειλά σου τῇ κατὰ Θεὸν τελειότητι. Ἔγραψα δὲ οὐκ ἄλλοις προσφέρων διδασκαλίαν, ἀλλὰ πρὸς τὴν γεγενημένην συκοφαντίαν ἀπολογίαν ποιούμενος καὶ τὸ ἐμαυτοῦ φρόνημα τοῖς ἀγνοοῦσι τοῦτο δεικνύς. Ἀναγνοῦσα τοίνυν ἡ ἁγιωσύνη σου, εἰ μὲν εὕροι τὰ γεγραμμένα τοῖς ἀποστολικοῖς συμβαίνοντα δόγμασι, τοῖς πρὸς ἡμᾶς ἀντιγράφοις βεβαιωσάτω τὸ φρόνημα. Εἰ δέ τι τῶν ἐγκειμένων τῇ διδασκαλίᾳ τῇ θείᾳ μὴ συμφωνεῖ, καὶ τοῦτο μαθεῖν παρὰ τῆς σῆς ὁσιότητος ἀξιῶ. Καὶ γὰρ πολὺν ἐν τῇ διδασκαλίᾳ καταναλώσαντες χρόνον, ἔτι δεόμεθα τοῦ διδάσκοντος. Ἐκ μέρους γὰρ, φησὶν ὁ θεῖος Ἀπόστολος, γινώσκομεν. Ἠκούσαμεν δὲ αὐτοῦ πάλιν λέγοντος· Εἰ δέ τις δοκεῖ ἐγνωκέναι τι, οὐδέπω ἔγνω καθὼς δεῖ γνῶναι. Καὶ τἀληθὲς τοίνυν παρὰ τῆς σῆς ὁσιότητος παρακαλοῦμεν μαθεῖν καὶ τῆς ἐκκλησιαστικῆς φροντίσαι γαλήνης καὶ τῶν θείων ὑπερμαχῆσαι δογμάτων. Τούτων γὰρ δὴ χάριν καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι, καὶ τῶν τῆς ὁδοιπορίας πόνων καὶ τῆς χειμερινῆς καταφρονήσαντες ὥρας, ἐπὶ τὴν βασιλεύουσαν ὥρμησαν πόλιν, λύσιν τινὰ πορίσαι τῷ κλύδωνι μηχανώμενοι. Καὶ αὐτοὺς τοίνυν ἐφοδιάσαι ταῖς προσευχαῖς, καὶ ἡμᾶς ταύταις ἐρεῖσαι παρακλήθητι, δέσποτα.