Ancient Greek
Letter 111
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 111
Not analysed yet
ΑΝΑΤΟΛΙῼ ΠΑΤΡΙΚΙῼ. Ἡ μὲν ὑμετέρα μεγαλοφυΐα τῶν εἰς ἡμᾶς εὐεργεσιῶν παρὰ τοῦ Θεοῦ τῶν ὅλων κομιεῖται τὰς ἀντιδόσεις. Πᾶν γὰρ ὁτιοῦν αὐτοῦ χάριν γιγνόμενον, μισθὸν ἔχει συνεζευγμένον. Ἐγὼ μέντοι τῶν συκοφαντιῶν τὸ πλῆθος γελῶ. Καὶ γὰρ τὰ σφοδρότερον αἰκιζόμενα σώματα τῆς ὀδύνης οὐκ ἐπαισθάνεται, νεκρωθείσης λοιπὸν τῆς αἰκιζομένης σαρκός. Θρηνῶ δὲ ὅμως τὰ ἀθυρώτατα στόματα ψευδολογίας προφέροντα· τί γὰρ παρ' ἡμῶν ἀδικηθέντες οἱ τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἴβα κατήγοροι ταύταις καθ' ἡμῶν ταῖς ψευδολογίαις ἐχρήσαντο; Πρῶτον μὲν γὰρ οὐδὲ τῶν κριτῶν ἤμην ἐγώ· κατὰ γὰρ τὴν βασιλικὴν ψῆφον ἐν τῇ Κύρρῳ διῆγον. Ἔπειτα δέ, ὡς παρὰ πολλῶν ἀκήκοα, καὶ δυσχεραίνοντες διετέλουν τὴν ἡμετέραν ἀπόλειψιν· καὶ γὰρ τῆς μυστικῆς αὐτοὺς ἐν τῷ σωτηρίῳ Πάσχα μεταλαχεῖν κοινωνίας ἐγὼ παρεσκεύασα· καὶ πολλάκις ἡμῖν συντυχεῖν ἐθελήσαντας εὐμενῶς ἐδεξάμην, καὶ εἰσηγησάμην ἅπερ ἐχρῆν. Ἵνα δὲ καὶ ὑπὲρ τοῦ θεοφιλεστάτου ἐπισκόπου τοῦ κυρίου Δόμνου ἀπολογήσωμαι, τί ἔδει πρᾶξαι τὸν οὕτω φανερῶς πολεμούμενον, καὶ θεώμενον τοὺς ψήφῳ συνοδικῇ καθαιρουμένους εἰς ἑτέραν διοίκησιν πεμπομένους, καὶ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἱερωσύνην ἀπολαμβάνοντας, καὶ τὰ σεπτὰ καὶ θεῖα παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας γελώμενά τε καὶ κωμῳδούμενα; Τούτου χάριν, ὡς ἔγνω, τὴν κρίσιν ἑτέροις παρέπεμψε, καὶ οὐ μόνον τῷ θεοφιλεστάτῳ τῷ κυρίῳ Ἴβᾳ, ἀλλὰ καὶ τῷ ἁγιωτάτῳ ἐπισκόπῳ τῷ κυρίῳ Συμεῶνι τῷ Ἀμίδης, ὥστε τῶν δύο ἐπαρχιῶν τοὺς μητροπολίτας διακοῦσαι τῶν ὑποθέσεων. Πῶς δὲ δίκαιον τοὺς αὐτοὺς ὠμότητα καὶ φιλανθρωπίαν κατηγορεῖσθαι; Καὶ γὰρ ἐκβάλλοντες κινδυνεύομεν, καὶ μὴ ἐκβάλλοντες τοὺς κινδύνους οὐ διαφεύγομεν· καὶ μόνοι πολεμούμεθα παρὰ πᾶσαν τὴν οἰκουμένην. Καὶ αἱ μὲν ἄλλαι διοικήσεις ἐν ἡσυχίᾳ διάγουσιν· ἡμεῖς δὲ μόνοι τοῖς συκοφάνταις προκείμεθα· ἐγὼ δὲ διαφερόντως, καίτοι μήτε συνδικάσας, καὶ παντελῶς ἀνεύθυνος ὤν. Ταῦτα ἠναγκάσθην γράψαι τοῖς τοῦ ὑμετέρου μεγέθους γράμμασιν ἐντυχὼν καὶ μαθὼν δι' αὐτῶν, ὡς καὶ διὰ ταῦτα κίνησις μεγίστη γέγονε καθ' ἡμῶν, ἀνδρῶν περιορισθέντων, καὶ ἡσυχίαν ἀγόντων, καὶ οὐδὲ τοῖς τῆς ἐπαρχίας θεοφιλεστάτοις ἐπισκόποις συνεδρευόντων. Τῷ ὄντι γὰρ δὶς ἤδη χειροτονίας ἐπισκοπικῆς ἐν τῇ ἐπαρχίᾳ τῇ ἡμετέρᾳ γεγενημένης, οὐδεμιᾶς ἐκοινώνησα. Εἰ δὲ μὴ τῷ βασιλικῷ κατειχόμην νόμῳ, ἄρα ἂν ἀπέστην, καί τινα καταλαβὼν ἐσχατίαν, ἐκεῖ τὰς λειπομένας ἡμέρας διήγαγον. Ἀπείρηκα γὰρ πρὸς τὰ κατ' ἐμοῦ τυρευόμενα. Καὶ γὰρ τούτους αὐτοὺς τοὺς Ἐδεσηνοὺς οὐκ οἶμαι αὐτομάτους ταύτην καθ' ἡμῶν τὴν συκοφαντίαν ὑφῆναι, ἀλλ' ὑπὸ τῶν αὐτόθι φιλαλήθων ἀνθρώπων ταῦτα καθ' ἡμῶν διδαχθῆναι. Καὶ χάρις τῷ Σωτῆρι τῶν ὅλων, ὅτι με ἀνάξιον ὄντα τῶν εὐαγγελικῶν ἠξίωσε μακαρισμῶν. Διά τοι τοῦτο καὶ τὸν περιορισμὸν μεθ' ἡδονῆς ἐδεξάμην καὶ τὴν ἐξορίαν προσδέχομαι· καὶ πᾶν ὅπερ ἂν ἐπαγαγεῖν ἐθέλωσιν, ἀσπαστῶς δέχομαι διὰ τὴν ἀποκειμένην ἐλπίδα. Τῆς δὲ ὑμετέρας μεγαλοφυΐας διηνεκῶς ὑπερεύχομαι καὶ τοὺς ἁγίους ἅπαντας κοινωνεῖν μοι τῶν εὐχῶν ἱκετεύω.