Ancient Greek
Letter 118
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 118
Not analysed yet
Τῼ ΑΡΧΙΔΙΑΚΟΝῼ ΡΩΜΗΣ. Παγχάλεπος χειμὼν ταῖς παρ' ἡμῖν Ἐκκλησίαις ἐπέσκηψεν· οἱ δὲ τῆς ἀποστολικῆς ἀντεχόμενοι πίστεως τὴν ὑμετέραν ἁγιωσύνην εὔστομον ἔχουσι λιμένα καὶ εὔδιον. Οὐ γὰρ τῶν εὐαγγελικῶν ὑπερμαχεῖτε δογμάτων μόνον, ἀλλὰ καὶ τὴν καθ' ἡμῶν γεγενημένην ἀδικίαν πάντως μυσάττεσθε. Πόρρω γὰρ ἡμᾶς διάγοντας καὶ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότας, κατέκριναν ὡς ἠθέλησαν οἱ δικαιότατοι δικασταί, καὶ τὴν ἐκ τῆς τοῦ Θεοῦ Σωτῆρος παρουσίας μέχρι καὶ τήμερον ἐν ταῖς Ἐκκλησίαις κρατήσασαν διδασκαλίαν παραλιπόντες, καινήν τινα, καὶ νόθον, καὶ ἄντικρυς ἐναντίαν τῇ παραδόσει τῶν ἀποστόλων εἰσήγαγον, καὶ τοῖς τὰ παλαιὰ κρατοῦσι κηρύγματα προφανῶς πολεμοῦσι. Καταξίωσον τοίνυν, θεοφιλέστατε, πυρσεῦσαι τὸν ζῆλον τοῦ πάντα ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου, ὥστε καὶ τὰς τῆς Ἀνατολῆς Ἐκκλησίας τῆς ὑμετέρας ἀπολαῦσαι κηδεμονίας· καὶ διαφερόντως τῆς ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθείσης ὑπερμαχῆσαι πίστεως, καὶ ἄσυλον τὸν πατρῷον κλῆρον διαφυλάξαι, καὶ τὴν ἐπικειμένην ὀμίχλην ἀποσκεδάσαι, καὶ ἀντὶ τῆς σκοτομήνης καθαρὰν αἰθρίαν ἐργάσασθαι, καὶ τὴν καθ' ἡμῶν ἀδίκως γεγενημένην ἐξελέγξαι σφαγήν. Πρέπει γάρ σου τῇ ὁσιότητι τοῖς ἄλλοις αὐτῆς κατορθώμασι καὶ τοῦτον προσθεῖναι τὸν ζῆλον.