Ancient Greek
Letter 120
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 120
Not analysed yet
ΛΟΥΠΙΚΙῼ. Οἶμαι καὶ τοὺς τῆς ἀληθείας σχετλιάζειν ἐχθροὺς ἐπὶ ταῖς ἀδίκοις ἡμῶν καὶ παρανόμοις σφαγαῖς. Πολλῷ δὲ πλέον, ὡς εἰκός, ἀνιᾷ τοὺς τροφίμους τῆς εὐσεβείας ἡ καινὴ αὕτη καὶ παράδοξος τραγῳδία, ὧν ἡ ὑμετέρα πρωτεύει μεγαλοπρέπεια. Προσήκει δὲ τοὺς πλεῖον ἀλγοῦντας πλείονα σπουδήν τε καὶ προθυμίαν εἰσενεγκεῖν, ὥστε τὰ δυσσεβῶς καὶ παρανόμως γεγενημένα λύσιν λαβεῖν, τὸ δὲ διασπασθῆναι κινδυνεῦον σῶμα τῆς Ἐκκλησίας εἰς τὴν προτέραν συμφωνίαν ἐπανελθεῖν. Τούτου δὴ χάριν παρακαλῶ τὸ ὑμέτερον μέγεθος, πνευματικῆς ἐμπορίας ἀφορμὴν νομίσαι τὸν παρόντα καιρόν· καὶ τὴν μὲν ὑπὲρ τῆς εὐσεβείας εἰσενεγκεῖν προθυμίαν, ἀντιλαβεῖν δὲ παρὰ τοῦ μεγαλοδώρου Δεσπότου, κἀν τῷ παρόντι βίῳ τὴν μεγίστην κηδεμονίαν, κἀν τῷ μέλλοντι τὴν τῶν οὐρανῶν βασιλείαν.