# Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 123

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 96-147), Letter 123. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-96-147/123

Τῼ ΑΥΤῼ, Καὶ μακρὰ ἡ ἐπιστολή, καὶ χαρίεσσα, καὶ τὸ τῆς ἀγάπης θερμόν τε καὶ γνήσιον ὑποφαίνουσα. Καὶ τοσαύτης με θυμηδίας ἐνέπλησεν, ὥστε ἥκιστα μεταγνῶναι, ὅτι δὴ ἑτέραν ἔχειν ἐτόπασα διάνοιαν τὸ τῆς προτέρας προοίμιον. Τοῦ γὰρ νοῦ τῶν γραμμάτων ἡ ἄγνοια τὸν τῆς ἀδελφικῆς φιλοστοργίας ἀπεκάλυψε θησαυρόν, καὶ τὸ τῆς πίστεως ἐδήλωσεν ἀκραιφνές, καὶ τὸν περὶ τὴν εὐσέβειαν ἐγνώρισε ζῆλον. Τοῦ μέντοι προφήτου τοὺς λόγους καὶ πειρασμοὺς διενειμάμεθα, καὶ ἡ μὲν ὁσιότης σου τοῖς λόγοις ἐχρήσατο· ἡμεῖς δὲ ταῖς καταιγίσι καὶ τρικυμίαις βαλλόμεθα, καὶ κατὰ τῶν τὸ σκάφος ἐρεττόντων μετ' ἐκείνου βοῶμεν· Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτῶν ἐγκατέλιπον. Παρέξει δὲ ἴσως ὁ καὶ ἡμῶν κἀκείνου Δεσπότης, καὶ ἡμᾶς ἀναδῦναι, καὶ τοῦ κήτους ἀπαλλαγῆναι. Εἰ δὲ καὶ ζέον ἐπιμείνῃ τὸ ῥόθιον, ἐλπίζομεν καὶ οὕτως τῆς θείας ἀπολαύσεσθαι προμηθείας, καὶ τῇ πείρᾳ μαθεῖν, ὡς ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται· καὶ γὰρ αὐτοὺς τοὺς κινδύνους τῇ ἀσθενείᾳ ἡμῶν ἐμέτρησε. Τὸν μὲν γὰρ θεῖον ἐκεῖνον προφήτην ἅπαντες καθῆκαν εἰς τὸ πέλαγος οἱ συμπλέοντες· ἐμοὶ δὲ καὶ τὴν τῆς σῆς ὁσιότητος παρέσχεν παραψυχήν, καὶ μέντοι καὶ ἄλλων θεοφιλῶν ἀνδρῶν· οὓς τῆς Ὀνησιφόρου τοῦ θαυμασίου τυχεῖν εὐλογίας μετὰ τῆς σῆς φιλοθεΐας προσεύχομαι, ὅτι τὴν ἄλυσιν ἡμῶν οὐκ ἐπῃσχύνθητε· ἀλλὰ τῶν ὑπὲρ τῆς πίστεως ἡμῖν κεκοινωνήκατε θλίψεων. Τοῦτο μέντοι εὖ ἴσθι, δέσποτα, ὡς καὶ ἑτέρων μοι πεμψάντων θεοφιλεστάτων ἐπισκόπων εὐλογίας οὐκ ἐδεξάμην· οὐχ ὡς ὑβρίζων τοὺς πεπομφότας, μὴ γένοιτο· ἀλλ' ὡς τὴν ἀναγκαίαν τροφὴν τέως ποριζόμενος παρὰ τοῦ καὶ τοῖς κόραξι ταύτην ἀφθόνως παρέχοντος. Ἐπὶ δὲ τῆς σῆς φιλοθεΐας οὐδὲν τοιοῦτο πεποίηκα. Τῷ ὄντι γὰρ ἐνίκησεν ἡ τῆς ἀγάπης θερμότης τὸν ἐγγενόμενόν μοι τέως σκοπόν. Ὅτι γὰρ ἐξ οὗ τὰ τῆς συνηθείας ἡμῖν ηὐξήθη, καὶ τὸ φίλτρον σφοδρότερον ἐξήφθη, πειθέσθω ἡ θεοφιλής σου ψυχή.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg007.local001/.
