Ancient Greek
Letter 125
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 125.1
Not analysed yet
ΙΩΑΝΝῌ ΕΠΙΣΚΟΠῼ ΓΕΡΜΑΝΙΚΕΙΑΣ. Τὰ μὲν πρότερα γράμματα τῆς σῆς ὁσιότητος εὐθὺς δεξάμενος ἀντιγέγραφα. Περὶ δὲ τῶν προκειμένων οὐδέν ἐστιν ἐλπίσαι χρηστόν. Τῆς γὰρ παντελοῦς ἀποστασίας ὑπολαμβάνω ταῦτα εἶναι προοίμια. Τὸ γὰρ τοὺς θρηνοῦντας τὰ κατὰ βίαν, ὥς φασιν, ἐν Ἐφέσῳ γεγενημένα μὴ μεταμέλεσθαι, ἀλλ' ἐπιμένειν τοῖς παρανόμως παρ' αὐτῶν τολμηθεῖσιν, καὶ ἐποικοδομεῖν κατὰ ταὐτὸν τήν τε ἀδικίαν καὶ τὴν ἀσέβειαν, καὶ τὸ τοὺς ἄλλους μήτε συμβουλεύειν, ἵνα αὐτοῖς ἐξαρνηθῇ τὰ τολμηθέντα, μήτε ἐπιμενόντων οἷς παρανόμως ἔδρασαν φεύγειν τὴν κοινωνίαν, τί τῶν χρηστῶν ἐλπίζειν ἐᾷ; Εἰ μὲν γὰρ ἐπῄνουν τὰ γεγενημένα ὡς εὖ καὶ καλῶς ἔχοντα, εἰκότως τοῖς παρὰ σφῶν ἐπαινουμένοις ἐπέμενον. Εἰ δὲ θρηνοῦσιν, ὡς λέγουσιν, καὶ ἀνάγκῃ καὶ βίᾳ ταῦτα πεπραχέναι φασί, τί δήποτε μὴ ἐξαρνοῦνται ἃ παρανόμως δεδράκασιν, ἀλλὰ τὸ παρόν, καὶ σφόδρα ὂν ὀλιγοχρόνιον, τοῦ μέλλοντος προτετίμηται; Τί δήποτε δὲ καὶ προφανῶς ψεύδονται καί φασι μηδεμίαν γεγενῆσθαι περὶ τὸ δόγμα καινοτομίαν; Διὰ ποίους φόνους καὶ γοητείας ἐξηλάθην ἐγώ; Ὁ δεῖνα τίνας μοιχείας ἐτόλμησεν; Ποίους ὁ δεῖνα διώρυξεν τάφους; Δῆλόν ἐστι καὶ τοῖς βαρβάροις, ὡς δογμάτων χάριν κἀμὲ καὶ τοὺς ἄλλους ἐξήλασαν. Καὶ γὰρ τὸν κύριον Δόμνον, ὡς τὰ κεφάλαια μὴ δεξάμενον, καθεῖλον οἱ βέλτιστοι, πανεύφημα ταῦτα καλέσαντες καὶ ἐμμένειν τούτοις ὁμολογήσαντες. Ἐγὼ γὰρ αὐτῶν τὰς καταθέσεις ἀνέγνων· ἐμὲ δὲ ὡς τῆς αἱρέσεως ἔξαρχον ἀπεκήρυξαν καὶ τοὺς ἄλλους ὡσαύτως διὰ τὴν αὐτὴν αἰτίαν ἐξέβαλον. Ὅτι γὰρ τὴν πρακτικὴν ἀρετὴν τοῖς Ἁμαξοβίοις μᾶλλον ἢ αὐτοῖς νενομοθετῆσθαι παρὰ τοῦ Σωτῆρος ὑπέλαβον, αὐτὰ βοᾷ τὰ πράγματα. Κατὰ γὰρ Κανδιδιανοῦ τοῦ Πισίδου λιβέλλους ἐπέδοσάν τινες, μοιχείας αὐτοῦ κατηγοροῦντες πολλάς, καὶ ἑτέρας παρανομίας. Καί φασιν εἰρηκέναι τῆς συνόδου τὸν ἔξαρχον· Εἰ δογμάτων κατηγορεῖτε, δεχόμεθα τοὺς λιβέλλους· οὐ γὰρ ἤλθομεν μοιχείαις δικάσαι. Διά τοι τοῦτο καὶ Ἀθήνιον καὶ Ἀθανάσιον ὑπὸ τῆς ἀνατολικῆς ἐκβληθέντας συνόδου, τὰς οἰκείας ἀπολαβεῖν Ἐκκλησίας ἐκέλευσαν· ὡς οὐδὲν μὲν περὶ βίου τοῦ Σωτῆρος ἡμῶν νομοθετήσαντος, μόνα δὲ τὰ δόγματα φυλάττειν κελεύσαντος, ἃ πρὸ τῶν ἄλλων διέφθειραν οἱ σοφώτατοι. Μὴ τοίνυν παιζέτωσαν μηδὲ κρυπτέτωσαν τὴν ἀσέβειαν, ἣν καὶ ταῖς γλώτταις καὶ ταῖς χερσὶν ἐβεβαίωσαν. Εἰ δὲ μὴ ταῦθ' οὕτως ἔχει, εἰπάτωσαν τῶν σφαγῶν τὰς αἰτίας, ὁμολογησάτωσαν ἐγγράφως τῶν τοῦ Σωτῆρος ἡμῶν φύσεων τὸ διάφορον, τῆς ἑνώσεως τὸ ἀσύγχυτον· εἰπάτωσαν ὡς καὶ μετὰ τὴν ἕνωσιν ἀκραιφνὴς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης διέμεινεν. Ὁ Θεὸς οὐ μυκτηρίζεται. Ἀρνηθῶσιν νῦν τὰ κεφάλαια, ἃ πολλάκις μὲν ἀπεκήρυξαν, ἐν Ἐφέσῳ δὲ νῦν ἐβεβαίωσαν. Μὴ ἐξαπατάτωσάν σου τὴν ὁσιότητα λόγοις κεχρημένοι ψευδέσιν. Ἐπῄνουν τὰ παρ' ἐμοῦ ἐν Ἀντιοχείᾳ λεγόμενα, καὶ ἀδελφοὶ ὄντες, καὶ ἀναγνῶσται γενόμενοι, καὶ διάκονοι χειροτονηθέντες, καὶ πρεσβύτεροι, καὶ ἐπίσκοποι· καὶ μετὰ τὸ τέλος τῆς διαλέξεως περιεπτύσσοντο, καὶ κατεφίλουν, καὶ κεφαλήν. καὶ στήθη, καὶ χεῖρας· τινὲς δὲ αὐτῶν καὶ γονάτων ἥπτοντο, τὴν διδασκαλίαν ἡμῶν ἀποστολικὴν ὀνομάζοντες· καὶ ταύτην νῦν ἀπεκήρυξαν, ταύτην ἀνεθεμάτισαν. Καὶ ἐγὼ μέν, ὃν φωστῆρα ἐκάλουν, οὐ τῆς ἀνατολῆς μόνης, ἀλλὰ καὶ τῆς οἰκουμένης, ἀπεκηρύχθην, καὶ οὐδὲ ἄρτου, τό γε εἰς αὐτοὺς ἧκον, μεταλαγχάνω. Καὶ γὰρ τοὺς προσδιαλεγομένους ἡμῖν ἀνεθεμάτισαν· ὃν δὲ πρὸ βραχέος καθεῖλον, καὶ τὰ Βαλεντίνου καὶ Ἀπολιναρίου φρονεῖν ἔφασαν, τοῦτον ὡς νικηφόρον περιεῖπον τῆς πίστεως, καὶ τῶν τούτου προεκυλινδοῦντο ποδῶν, καὶ συγγνώμην ἐζήτουν, καὶ πατέρα πνευματικὸν ἐκάλουν. Ποῖοι πολύποδες οὕτως πρὸς τὰς πέτρας τὴν οἰκείαν ἐναλλάττουσι χρόαν, ἢ χαμαιλέοντες πρὸς τὰ φύλλα τὸ χρῶμα, ὡς οὗτοι τὴν γνώμην πρὸς τοὺς καιροὺς μεταβάλλουσιν; Ἡμεῖς δὲ αὐτοῖς παραχωροῦμεν καὶ θρόνων καὶ ἀξιωμάτων καὶ τῆς προσκαίρου τρυφῆς· μετὰ δὲ τῶν ἀποστολικῶν δογμάτων τὰς χαλεπὰς νομιζομένας προσμένομεν ἐξορίας, ἀρκοῦσαν ἔχοντες παραψυχὴν τὸ τοῦ Δεσπότου κριτήριον. Ἐλπίζομεν γὰρ ὡς πολλὰ τῶν ἡμετέρων ἁμαρτημάτων διὰ τήνδε τὴν ἀδικίαν ὁ Δεσπότης ἀφήσει. Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ φυλάξασθαι τῆς ἀσεβείας τὴν κοινωνίαν καὶ προτεῖναι μὲν αὐτοῖς ἀρνηθῆναι τὰ πεπραγμένα· εἰ δὲ μὴ θελήσαιεν, φυγεῖν ὡς προδότας τῆς πίστεως. Τέως δὲ προσμείνασάν σου τὴν θεοσέβειαν ἰδεῖν, εἰ ἄρα τις ἔσται τοῦ χειμῶνος μεταβολή, οὐδαμῶς ἐμεμψάμεθα. Μετὰ μέντοι τὴν χειροτονίαν τοῦ τῆς Ἀνατολῆς προέδρου, δήλη πάντως ἡ ἑκάστου γενήσεται γνώμη. Εὔξασθαι δὲ ὑπὲρ ἡμῶν, δέσποτα, καταξίωσον. Νῦν γὰρ διαφερόντως τῆσδε τῆς Βοηθείας δεόμεθα, ἵνα δυνηθῶμεν ἀντισχεῖν πρὸς τὰ καθ' ἡμῶν μελετώμενα.