# Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 127

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 96-147), Letter 127. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-96-147/127

ΣΑΒΙΝΙΑΝῼ ΕΠΙΣΚΟΠῼ. Ἐπῄνεσά σου τὴν ὁσιότητα, καταλιποῦσαν τὸν ἐπίφθονον θρόνον. Ὁ γὰρ πάλαι σεβάσμιος νῦν γέγονε καταγέλαστος· ὤνιον γὰρ αὐτὸν ἡμεῖς ἐποιήσαμεν. Ἐθαύμασα δέ, μαθὼν ὡς πρὸς τοὺς ἐξελάσαντας ἔδραμες. Δρᾶσαι γὰρ τοὐναντίον ἐχρῆν· καὶ παρακαλούμενον ἔχεσθαι τῶν οἰάκων, φυγεῖν τὴν κυβέρνησιν, ὡς τῶν συμπλεόντων πολεμίων γεγενημένων. Ἢ οὐκ οἶσθα, θεοφιλέστατε, τίνα μὲν ὁ Σωτὴρ ὁ ἡμέτερος διὰ τῶν ἱερῶν ἀποστόλων κηρύττειν ἡμᾶς ἐδίδαξεν, τίνα δὲ νῦν θρησκεύειν ἐνομοθέτησαν οἱ τῶν ἀποστολικῶν κληρονόμοι δογμάτων; Τίς γὰρ τῶν παλαιῶν διδασκάλων, ἐξ οὗπερ κατηγγέλη τὸ κήρυγμα μέχρι τῆς κατεχούσης νῦν σκοτομήνης, ἀκήκοε σαρκὸς καὶ θεότητος μίαν φύσιν κηρύξαντος, ἢ ἐτόλμησε πώποτε παθητὴν ὀνομάσαι τοῦ Μονογενοῦς τὴν θεότητα; Ταῦτα νῦν παρ' ἐνίων λέγεσθαι προφανῶς τολμᾶται, παρὰ δὲ τῶν ἄλλων περιορᾶται λεγόμενα, καὶ σιγῇ τοῦ μύσους μεταλαγχάνουσι. Τί οὖν χρὴ ποιεῖν, εἴποι τις ἄν, τοὺς ταῦτα μυσαττομένους; Δυοῖν θάτερον εἴποιμ' ἄν· ἢ ὁμόσε χωρεῖν καὶ διελέγχειν τῶν δογμάτων τὸ κίβδηλον, ἢ φεύγειν ὡς προφανῶς δυσσεβούντων τὴν κοινωνίαν. Καὶ γὰρ ἐγὼ τὴν κατ' ἐμοῦ γεγενημένην ἀδικίαν ὡς θείαν ἐδεξάμην εὐεργεσίαν, οὐ τοῖς ἠδικηκόσι χάριν ὁμολογῶν—πῶς γὰρ τοῖς γε ἀδελφοκτόνοις καὶ τῆς τοῦ Κάϊν γεγενημένοις μερίδος—ἀλλὰ τὸν ἐμὸν Δεσπότην ὑμνῶν, ὅτι με καὶ τῆς τῶν ἠδικημένων κατηξίωσε μοίρας, καὶ τῶν ἠδικηκότων καὶ βλασφημούντων ἐχώρισε, καὶ τὴν ἐρασμιωτάτην ἐμοὶ ἔδωκεν ἡσυχίαν.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg007.local001/.
