Ancient Greek
Letter 130
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 130
Not analysed yet
ΜΑΓΝῼ ΑΝΤΩΝΙΝῼ ΠΡΕΣΒΥΤΕΡῼ ΚΑΙ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Τοὺς μὲν νύκτωρ πλέοντας οἱ τῶν λιμένων ψυχαγωγοῦσι πυρσοί· τοὺς δὲ τῆς ἀποστολικῆς προκινδυνεύοντας πίστεως, τῶν ὁμοπίστων ὁ ζῆλος. Ἱκανὴν τοίνυν ἔχομεν παραψυχὴν τῆς ὑμετέρας φιλοθεΐας τοὺς ὑπὲρ τῶν θείων δογμάτων ἀγῶνας ἀκούοντες. Καὶ γὰρ ταύτην ὑμῖν τὴν γνώμην ὁ Μεγαλόδωρος ἐδωρήσατο, καὶ τῆς τούτων ἕνεκα φυλακῆς πάντα πόνον εἰσφέρετε. Ἐγὼ δὲ διὰ τῆς ὑμετέρας ψυχαγωγούμενος προθυμίας μικρὰν ἀντίδοσιν εἰσφέρω, τῶν ἀγώνων ὑμᾶς τῶν θείων ἔχεσθαι παρακαλῶν, καὶ τῶν ἀντιπάλων ὡς εὐαλώτων καταφρονεῖν—τί γὰρ ἀσθενέστερον τῶν τῆς ἀληθείας ἐστερημένων—πεποιθέναι δὲ τῷ εἰπόντι· Οὐ μή σε ἀνῶ, οὐδὲ μή σε ἐγκαταλίπω, καί· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἐπαμύνατε δὲ κἀμοὶ ταῖς προσευχαῖς, ἵνα θαρρῶν ἐπιλέγω· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος.