Ancient Greek
Letter 139
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 139.1
Not analysed yet
ΑΝΑΤΟΛΙῼ ΠΑΤΡΙΚΙῼ. Ἡμεῖς μὲν ἣν ἐλάχομεν ἡσυχίαν ἀσπαστῶς ἐδεξάμεθα καὶ τοὺς ὀνησιφόρους αὐτῆς καὶ ἡδίστους τρυγῶμεν καρπούς. Ὁ δὲ φιλόχριστος ἡμῶν βασιλεύς, τῆς εὐσεβείας καρπὸν τὴν βασιλείαν δρεψάμενος, ἀπαρχὰς τῆς βασιλείας τῷ δοτῆρι τῆς βασιλείας προσήνεγκεν τῶν χειμαζομένων Ἐκκλησιῶν τὴν γαλήνην, τὸ τῆς πολεμηθείσης πίστεως κράτος, τῶν εὐαγγελικῶν δογμάτων τὴν νίκην. Προστέθεικε δὲ τούτοις τῆς ἡμετέρας ἀδικίας τὴν ἴασιν. Τίς γὰρ τοιαύτην ἢ τοσαύτην ἀδικίαν ἀκήκοε πώποτε; Τίς ἀπὼν ἀνδροφόνος κατεδικάσθη; Τίς γάμων ἐπίβουλος μὴ παρὼν κατεκρίθη; Τίς τοιχωρύχος, ἢ τυμβωρύχος, ἢ γόης, ἢ ἱερόσυλος, ἢ ἄλλο τι τῶν τοῖς νόμοις ἀπειρημένων τολμήσας, δραμεῖν μὲν εἰς τὸ δικαστήριον ἐπειγόμενος ἐκωλύθη, ἀνῃρέθη δὲ πόρρωθεν ὢν τῇ τοῦ δικάζοντος ψήφῳ; Ἀλλ' ἐπ' ἐκείνων μὲν γέγονε τοιοῦτον οὐδέν· οἱ γὰρ νόμοι κελεύουσι πλησίον ἀλλήλων πρὸ τοῦ δικάζοντος ἑστάναι καὶ τὸν διώκοντα καὶ τὸν φεύγοντα, καὶ τοὺς προφανεῖς ἐλέγχους ἀναμένειν τὸν δικαστήν, καὶ τηνικαῦτα λοιπὸν ἢ ὡς ἀθῷον ἀφιέναι, ἢ κολάζειν ὡς ὑπεύθυνον ταῖς γραφαῖς. Ἐφ' ἡμῶν δὲ πᾶν τοὐναντίον συνέβῃ. Τὰ βασιλικὰ μὲν γὰρ ἡμᾶς γράμματα καταλαβεῖν τὴν πολυθρύλητον ἐκείνην ἐκώλυσε σύνοδον· οἱ δὲ δικαιότατοι δικασταὶ τὸν ἀπόντα κατέκριναν, οὐ δικάσαντες, μᾶλλον δὲ καὶ λίαν ἐπαινέσαντες τὰ δῆθεν εἰς κατηγορίαν ἡμῶν ἐπιδοθέντα συγγράμματα. Καὶ οὔτε θεῖος νόμος, οὔτε ἀνθρώπων αἰδὼς διεκώλυσε τὴν σφαγήν. Ἀλλὰ προσέταττε μὲν ὁ πρόεδρος, προέμενος τὴν ἀλήθειαν, καὶ τὴν δυναστείαν θεραπεύων τὴν πρόσκαιρον· ὑπήκουον δὲ οἱ ταὐτὰ ἡμῖν φρονοῦντες, καὶ τῶν δογμάτων κοινωνοῦντες, καὶ τὰ ἡμέτερα ἐπὶ πλεῖστον θαυμάσαντες. Ἀλλ' ὅμως ὁ χαλεπὸς ἐκεῖνος καιρὸς τῶν μὲν τὴν προδοσίαν, τῶν δὲ τὴν δειλίαν διήλεγξεν· ἡμῖν δὲ παρέσχεν ἀφορμὴν παρρησίας τὰ ὑπὲρ τῆς ἀληθείας παθήματα. Καὶ κεχάρισται ἡμῖν ὁ Δεσπότης Χριστὸς οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· χάρισμα γάρ ἐστι μέγιστον, τὰ ὑπὲρ τοῦ Δεσπότου παθήματα. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τῶν μεγάλων ταῦτα θαυμάτων προτίθησιν. Ἐπὶ τούτοις κἀγὼ σεμνυνόμενος ὁ χαμαιπετής, καὶ σμικρός, καὶ μηδεμίαν ἔχων ἄλλην καυχήματος ἀφορμήν, τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, τὰς εὐχαριστηρίους φωνὰς ὑπὲρ τῆς ἐμῆς εὐτελείας τῷ φιλοχρίστῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, τῇ τῶν καλῶν διδασκάλῳ, ὅτι τοιούτοις δώροις τὸν μεγαλόδωρον Δεσπότην ἠμείψαντο, καὶ τῆς βασιλείας ὑποβάθραν καὶ κρηπῖδα τὸν ὑπὲρ τῆς εὐσεβείας ἐποιήσαντο ζῆλον. Πρὸς δὲ τούτοις καὶ ἱκετεύσατε αὐτῶν τὴν θεοφιλῆ κορυφήν, τέλος ἐπιθεῖναι τοῖς ὁρισθεῖσι καλῶς, καὶ συναγαγεῖν σύνοδον, μὴ πάλιν ταραχοποιῶν καὶ συγκλύδων ἀνθρώπων πεπληρωμένην, ἀλλὰ τούτων μὲν πάντων κεχωρισμένην, κρινόντων δὲ τῶν τὰ θεῖα περὶ πολλοῦ ποιουμένων καὶ πάντων ὁμοῦ τῶν ἀνθρωπίνων τὴν ἀλήθειαν προτιμώντων. Εἰ δὲ βούλεται αὐτῶν τὸ κράτος τὴν παλαιὰν πρυτανεῦσαι ταῖς Ἐκκλησίαις εἰρήνην, ἀντιβολήσατε αὐτῶν τὴν εὐσέβειαν παρεῖναι τοῖς πραττομένοις, ἵνα τοὺς τἀναντία προαιρουμένους τῇ παρουσίᾳ δεδίξηται, καὶ μηδὲν ἀντίπαλον ἡ ἀλήθεια ἔχῃ· ἀλλ' αὐτὴ καθ' αὑτὴν ἐξετάζῃ τῶν πραγμάτων τὴν φύσιν, καὶ τὸν τῶν ἀποστολικῶν δογμάτων χαρακτῆρα. Ταῦτα δὲ ἐξαιτῶ παρὰ τῆς ὑμετέρας μεγαλοφυΐας, οὐχ ὡς τὴν Κύρρον πάλιν ἰδεῖν ποθῶν—οἶδε γὰρ ὑμῶν τὸ μέγεθος τῆς πολίχνης τὴν ἐρημίαν, ἧς ἀμηγέπη τὸ εἰδεχθὲς κατεκρύψαμεν ταῖς τῶν παντοδαπῶν οἰκοδομημάτων πολυτελείαις—, ἀλλ' ἵνα δειχθῇ καὶ τὰ παρ' ἡμῶν κηρυττόμενα τοῖς ἀποστολικοῖς συμβαίνοντα δόγμασι, καὶ νόθα καὶ κίβδηλα τὰ τῶν ἐναντίων εὑρέματα. Τούτου γὰρ γενομένου—σὺν Θεῷ δὲ εἰρήσθω— τὰς λειπομένας ἡμέρας σὺν εὐθυμίᾳ βιώσομεν ἔνθα ἂν ἡμᾶς διάγειν ὁ Δεσπότης κελεύσῃ. Πρέπει δὲ ὑμῖν εὐσεβείᾳ συντεθραμμένοις, καὶ τῆς ἀρετῆς κεκτημένοις τὸν πλοῦτον, τόνδε τὸν ζῆλον ἀναλαβεῖν, καὶ προθυμίαν ἔχοντας, καὶ τὸν εὐσεβέστατον βασιλέα, καὶ τὴν φιλόχριστον Αὐγούσταν, ταῖς παρακλήσεσι προθυμοτέρους ἐργάσασθαι, ἵνα τῷ ἀξιεπαίνῳ ζήλῳ τὴν πανεύφημον αὐτῶν βασιλείαν κρατύνωσιν.