# Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 142

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 96-147), Letter 142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-96-147/142

ΜΑΡΚΕΛΛῼ ΑΡΧΙΜΑΝΔΡΙΤῌ ΤΩΝ ΑΚΟΙΜΗΤΩΝ. Λαμπρύνει μὲν ὑμῶν τὴν θεοσέβειαν ὁ ἀξιέπαινος βίος, τῆς τῶν ἀγγέλων πολιτείας ἐν τῇ γῇ τὴν εἰκόνα δεικνύς· λαμπρότερον δὲ τοῦτον ἀπέφηνεν ὁ ὑπὲρ τῆς ἀποστολικῆς πίστεως ζῆλος. Ὅπερ γάρ ἐστι πλοίῳ μὲν τρόπις, οἰκίᾳ δὲ θεμέλιος, τοῦτο τοῖς εὐσεβεῖν προαιρουμένοις ἡ τῶν εὐαγγελικῶν δογμάτων ἀλήθεια. Ταύτης δὲ πολεμηθείσης ἐκθύμως ὑπερηθλήσατε, οὐχ ὡς ἀσθενούσης προκινδυνεύοντες, ἀλλὰ τὴν φιλόθεον ἐπιδεικνύντες διάθεσιν. Ἡ γὰρ τοῦ Δεσπότου Χριστοῦ διδασκαλία τὸ σταθερὸν ἔχει καὶ βέβαιον, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος ὑπόσχεσιν· Πύλαι γὰρ ᾅδου, φησίν, οὐ κατισχύσουσιν αὐτῆς. Ὑπὲρ ταύτης καὶ ἡμᾶς ἀτιμασθῆναι καὶ σφαγῆναι ὁ φιλάνθρωπος καὶ μεγαλόδωρος ἠξίωσε Κύριος. Τὴν γὰρ δὴ ἀτιμίαν τιμήν, καὶ τὴν σφαγὴν ζωὴν ὑπειλήφαμεν. Ἠκούσαμεν γὰρ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἡμῖν ἀπὸ Θεοῦ ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ἀνέστη δὲ τάχιστα ὡς ὁ ὑπνῶν Κύριος, καὶ ἐνέφραξε μὲν τὰ στόματα τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ βλασφημίαν, καὶ καθ' ἡμῶν ἀδικίαν· τὰς δὲ τῶν εὐσεβούντων γλώττας εἰς τὴν συνήθη ἀποστολὴν τὰ νάματα προχεῖν παρεσκεύασεν. Ἡμεῖς δὲ τῆς ἡσυχίας τοὺς ἀξιεράστους τρυγῶμεν καρπούς· καὶ τὴν μὲν τῶν Ἐκκλησιῶν ζάλην ὁρῶντες ἀλγοῦμεν, γαννύμεθα δὲ καὶ εὐφραινόμεθα φροντίδων ἀπηλλαγμένοι. Τῇ δὲ θεοσεβείᾳ σου ἀεὶ μὲν συνήσθημεν διὰ πάντα θαυμαζομένῃ· μέχρι δὲ τοῦ παρόντος οὐκ ἐγράψαμεν, οὐ τῶν τῆς ἀγάπης νόμων ὀλιγωροῦντες, ἀλλ' ἀφορμήν τινα λαβεῖν γραμμάτων προσμένοντες. Αὐτίκα νῦν τοῖς εὐσεβεστάτοις καὶ συνετωτάτοις συντετυχηκότες μονάζουσιν, οἳ παρὰ τῆς σῆς ὁσιότητος ἑτέρων εἵνεκα χρειῶν ἀπεστάλησαν, εὐθὺς δεδράκαμεν τὸ ποθούμενον, καὶ τὴν θεοφιλῆ σου περιπτυσσόμενοι κεφαλήν, παρακαλοῦμεν πρῶτον μὲν ἡμᾶς ἀνέχειν ταῖς προσευχαῖς, ἔπειτα δὲ καὶ γράμμασιν εὐφραίνειν. Διὰ γὰρ τὴν θείαν χάριν ὑπὲρ τῶν ἀποστολικῶν πεπολεμήμεθα δογμάτων.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg007.local001/.
