Ancient Greek
Letter 96
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 96
Not analysed yet
ΝΟΜῼ ΠΑΤΡΙΚΙῼ. Δὶς μὲν ἤδη γράψας, οἶμαι δ' ὅτι καὶ τρίς, ἀντιγράφων οὐκ ἔτυχον· καὶ σιγῆσαι λοιπὸν βουληθεὶς καὶ νῦν γοῦν ἐμαυτόν τε γνῶναι καὶ τῶν ἐξουσιῶν τὸ μέγεθος ἐπιγνῶναι, ἄμεινον ᾠήθην αὖθις γράψαι καὶ παρακαλέσαι μαθεῖν τὴν αἰτίαν τῆς σιωπῆς. Τῷ ὄντι γὰρ οὐκ οἶδά τι πλημμελήσας εἰς τὴν ὑμετέραν μεγαλοπρέπειαν. Ἐπειδὴ δὲ οὐ μόνον ἑκόντες, ἀλλὰ καὶ ἄκοντες πταίομεν καὶ ἀγνοοῦμεν ἔστιν ὅτε ἃ πλημμελοῦμεν, ἡ ὑμετέρα μεγαλοφυΐα, τῶν θείων νόμων ἀναμνησθεῖσα, οἳ διαρρήδην παρεγγυῶσιν· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σέ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ μόνον καὶ αὐτοῦ, δήλην μοι τῆς λύπης ποιῆσαι καταξιωσάτω τὴν ἀφορμήν, ἵνα ἢ ἀθῷον ἐμαυτὸν ἐπιδείξω ἢ γνοὺς τὸ πλημμέλημα συγγνώμην αἰτήσω. Ἐλπίζω δὲ τὸ πρότερον ἔσεσθαι, τῇ τοῦ συνειδότος μαρτυρίᾳ θαρρῶν. Πάντας μὲν οὖν ἀνθρώπους ἡ μεγαλοψυχία κοσμεῖ, οὐχ ἥκιστα δὲ τοὺς κατὰ τὴν ὑμετέραν μεγαλοφυΐαν καὶ διὰ τῆς θύραθεν παιδείας ἡγμένους καὶ τὰ θεῖα πεπαιδευμένους καὶ τῶν ἀποστολικῶν ἐπαίοντας νόμων ἄντικρυς βοώντων· Μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν· καὶ τῶν Ὁμηρικῶν μεμνημένους ἐπῶν· Σὺ δέ, μεγαλήτορα θυμὸν Ἴσχειν ἐνὶ στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων. Ταῦτα δὲ οὐ διδάσκων ἔφην, ἀλλ' ἀναμιμνῄσκων ἐν πολλοῖς οὖσαν τὴν ὑμετέραν μεγαλοπρέπειαν· καὶ μέντοι καὶ τῶν τοῦ Κυρίου μεμνημένος νόμων, οἳ ταῦτα διαγορεύουσιν· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν προσφέρεις τὸ δῶρόν σου. Τούτοις ἑπόμενος, ἀναγκαῖον ᾠήθην καὶ διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων προσειπεῖν ὑμῶν τὸ μέγεθος, καὶ παρακαλέσαι φροντίσαι τῆς τῶν Ἐκκλησιῶν γαλήνης. Παμπόλλης γὰρ ἐνεπλήσθησαν ζάλης.