Ancient Greek
Letter 98
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 98
Not analysed yet
ΠΑΓΧΑΡΙῼ. Ἡμεῖς μὲν ἀνιώμεθα τῶν Ἐκκλησιῶν τὸν κλύδωνα βλέποντες· ὁ δὲ τούτων Δεσπότης καὶ κυβερνήτης ἀεὶ διὰ τρικυμιῶν ἔδειξε τοῖς ἀνθρώποις τὴν οἰκείαν σοφίαν καὶ δύναμιν. Ἐξαίφνης γὰρ ἐπιτιμᾷ τοῖς ἀνέμοις καὶ τὴν γαλήνην ἐργάζεται· τοῦτο δὲ καὶ ἐπὶ τοῦ σκάφους τῶν ἀποστόλων πεποίηκεν. Ἀλλ' ὅμως καὶ ταύτην τοῦ Σωτῆρος ἡμῶν τὴν δύναμιν ἐπιστάμενοι καὶ τὰς ἄλλας αὐτοῦ πάλιν οἰκονομίας εἰδότες, κἄν τι τῶν ἐναντίων ἐκβῇ, χάριν ὁμολογοῦμεν καὶ ὡς θεόσδοτον δεχόμεθα δῶρον. Τῶν γὰρ παρόντων καταφρονεῖν, τὰ δὲ προσδοκώμενα προσμένειν ἐδιδάχθημεν ἀγαθά. Τὴν δὲ σὴν μεγαλοπρέπειαν τὴν ὑπὲρ τῆς ἀποστολικῆς πίστεως εἰσενεγκεῖν προσήκει σπουδήν, ἵνα τὴν ὑπὲρ ταύτης ἀντίδοσιν παρὰ Θεοῦ τῶν ὅλων κομίσηται.