# Eranistes 102

Theodoretus, Eranistes, Page 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/102

πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σωτηρίαν. Ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ κυριακὸν σῶμα. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολογίας. Ἄμπελος δὲ ἐκλήθη ὁ κύριος διὰ τὴν περὶ τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, συγγένειαν σωματικήν. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος. Τὸ γεγράφθαι, "Ἐν ἀρχῇ ἦν ὁ λόγος," φανερῶς τὴν θεότητα δηλοῖ· τὸ δέ, "Ὁ λόγος σὰρξ ἐγένετο," τὸν ἄνθρωπον τοῦ κυρίου δείκνυσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ τό, "Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ," τουτέστιν, ἐν τῷ ἰδίῳ αἵματι τὸ σῶμα, τὴν περιβολὴν τῆς θεότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ γάρ, "Ἦν," ἐπὶ τῆς θεότητος αὐτοῦ ἀναφέρεται· τὸ δέ, "Σὰρξ ἐγένετο," ἐπὶ τοῦ σώματος. Ὁ λόγος σὰρξ ἐγένετο, οὐκ εἰς σάρκα ἀναλυθείς, ἀλλὰ σάρκα φορέσας· ὡς δ' ἂν εἴποι τις, ὁ δεῖνα γέγονε γέρων, οὐκ ἐξ ἀρχῆς γεννηθείς· ἢ ὁ στρατιώτης βετράνος ἐγένετο, οὐ πρότερον τοιοῦτος ὢν οἷος γέγονεν. Ἰωάννης, "Ἐγενόμην, φησίν, ἐν τῇ νήσῳ Πάτμῳ ἐν τῇ ἡμέρᾳ τῇ κυριακῇ·" οὐχ ὅτι ἐκεῖ γέγονεν ἢ γεγέννηται, ἀλλ' εἶπεν, "Ἐγενόμην ἐν Πάτμῳ," ἀντὶ τοῦ, παρεγενόμην. Οὕτως ὁ λόγος εἰς σάρκα παραγέγονεν, ὡς λέλεκται, "Ὁ λόγος σὰρξ ἐγένετο." Ἄκουσον λέγοντος· "Ἐγενόμην ὡσεὶ σκεῦος ἀπολωλός," καί, "Ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος." Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Τίς γὰρ ἤκουσε τοιαῦτα πώποτε; Τίς ὁ διδάξας; Τίς ὁ μαθών; "Ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ." Ταῦτα δὲ πόθεν ἐξῆλθε; ποῖος ᾅδης ἠρεύξατο, ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι, ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ ὅλον τὸ σῶμα μεταβέβληται; Τίς δὲ ἤκουσεν ἐν ἐκκλη-

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
