# Eranistes 105

Theodoretus, Eranistes, Page 105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/105

τοῦτο καὶ σωτηρίας ἐδεῖτο μάλιστα. Ὃ δὲ τῆς σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη. Ὁ νοῦς ἄρα προσειλῆφθαι νῦν ἀποδέδεικται, κἂν μὴ βούλωνται, γεωμετρικαῖς, ὥς φασιν, ἀνάγκαις καὶ ἀποδείξεσι. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ ὀφθαλμοῦ ἀνθρώπου νοσήσαντος, καὶ ποδὸς προσπταίσαντος, τὸν πόδα μὲν ἐθεράπευες, τὸν δὲ ὀφθαλμὸν ἀθεράπευτον εἴας· ἢ ζωγράφου τι μὴ καλῶς γράψαντος, τὸ μὲν γραφὲν μετεποίεις, τὸν δὲ ζωγράφον ὡς κατορθοῦντα παρέτρεχες. Εἰ δὲ ὑπὸ τούτων ἐξειργόμενοι τῶν λογισμῶν, καταφεύγουσιν ἐπὶ τὸ δυνατὸν εἶναι θεῷ, καὶ χωρὶς νοῦ σῶσαι τὸν ἄνθρωπον, δυνατὸν δήπου καὶ χωρὶς σαρκὸς μόνῳ τῷ βούλεσθαι, ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐνεργεῖ καὶ ἐνήργηκεν σωματικῶς. Ἄνελε οὖν μετὰ τοῦ νοῦ καὶ τὴν σάρκα, ἵν' ᾖ σοι τέλειον τὸ τῆς ἀπονοίας. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης. Ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἀβραάμ. Κατέβη τοίνυν οὐ γυμνὸς ὁ λόγος, ἀλλὰ σὰρξ γενόμενος· οὐχ ἡ τοῦ θεοῦ μορφή, ἀλλ' ἡ τοῦ δούλου μορφή. Οὗτος οὖν ἐστιν ὁ εἰπὼν μὴ δύνασθαι ἀφ' ἑαυτοῦ τι ποιεῖν. Τὸ γὰρ μὴ δύνασθαι ἀσθενείας ἐστίν. Ὡς γὰρ τῷ φωτὶ τὸ σκότος καὶ ὁ θάνατος τῇ ζωῇ, οὕτω τῇ δυνάμει ἀντιδιαστέλλεται ἡ ἀσθένεια. Ἀλλὰ μὴν Χριστὸς θεοῦ δύναμις. Οὐκ ἀδύνατον πάντως ἡ δύναμις. Εἰ γὰρ ἡ δύναμις ἀσθενοίη, τί τὸ δυνάμενον; Ὅταν οὖν ἀποφαίνηται ὁ λόγος ὅτι οὐ δύναται ποιεῖν, δῆλον ὅτι οὐχὶ τῇ θεότητι τοῦ μονογενοῦς τὴν ἀδυναμίαν προστίθησιν, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως προσμαρτυρεῖ τὸ ἀδύνατον. Ἀσθενὴς δὲ ἡ σάρξ, καθὼς γέγραπται, ὅτι "Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής." Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τελειότητος βίου. Ἀλλὰ πάλιν ὁ ἀληθινὸς νομοθέτης, οὗ τύπος ἦν ὁ Μωϋσῆς, ἐκ τῆς γῆς ἡμῶν ἑαυτῷ τὰς τῆς φύσεως πλάκας ἐλάξευσεν. Οὐ γὰρ γάμος αὐτοῦ τὴν θεοδόχον ἐδημιούργησε σάρκα, ἀλλ' αὐτὸς τῆς ἰδίας σαρκὸς γίνεται λατόμος, τῆς τῷ θείῳ δακτύλῳ καταγραφείσης. Πνεῦμα γὰρ ἅγιον ἦλθεν ἐπὶ τὴν παρθένον, καὶ ἡ τοῦ ὑψίστου ἐπεσκίασε δύναμις.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
