# Eranistes 107

Theodoretus, Eranistes, Page 107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/107

Ἀκούσατε τοῦ λέγοντος· "Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με." Οὐκ ἴστε, φησίν, ἃ ἀναγινώσκετε. Ἥκω γὰρ ὑμῖν ὁ χρισθεὶς τῷ πνεύματι. Πνεύματι δὲ χρίεται, οὐχ ἡ ἀθέατος φύσις, ἀλλὰ τὸ ἡμῖν ὁμογενές. Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. Ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Ὁ πατήρ μου μείζων μού ἐστιν." Διάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ, τήν τε τοῦ ἀνθρώπου. Οὔτε γὰρ κατ' ἔκπτωσιν ἐκ θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου θεός. Θεὸν γὰρ καὶ ἄνθρωπον λέγω. Ὅταν δὲ τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ δῷς, ἀνάγκῃ καὶ μὴ θέλων δίδως, τοὺς μὲν ταπεινοὺς λόγους τῷ ἐκ Μαρίας ἀνθρώπῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι λόγῳ. Διὰ τοῦτο γὰρ πῆ μὲν ἀνηγμένους, πῆ δὲ ταπεινοὺς φθέγγομαι λόγους, ἵνα διὰ μὲν τῶν ὑψηλῶν τοῦ ἐνοικοῦντος λόγου δείξω τὴν εὐγένειαν, διὰ δὲ τῶν ταπεινῶν τῆς ταπεινῆς σαρκὸς γνωρίσω τὴν ἀσθένειαν. Ὅθεν πῆ μὲν ἑαυτὸν ἴσον λέγω τοῦ πατρός, πῆ δὲ μείζονα τὸν πατέρα, οὐ μαχόμενος ἑαυτῷ, ἀλλὰ δεικνὺς ὡς θεός εἰμι καὶ ἄνθρωπος· θεὸς μὲν ἐκ τῶν ὑψηλῶν, ἄνθρωπος δὲ ἐκ τῶν ταπεινῶν. Εἰ δὲ θέλετε γνῶναι πῶς ὁ πατήρ μου μείζων μού ἐστιν, ἐκ τῆς σαρκὸς εἶπον, καὶ οὐκ ἐκ προσώπου τῆς θεότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν." Ποῖος δὲ παρήκουσεν ἐν οὐρανοῖς Ἀδάμ; Ποῖος δὲ ἐξ οὐρανίου σώματος ἐπλάσθη παρὰ τὴν πρώτην πρωτόπλαστος; Ἀλλ' ἐπλάσθη ἐξ ἀρχῆς ὁ ἐκ τῆς γῆς, παρήκουσεν ὁ ἐκ τῆς γῆς, ἀνελήφθη ὁ ἐκ τῆς γῆς. Διὸ καὶ ἐσώθη ὁ ἐκ τῆς γῆς, ἵν' οὕτως ἀληθὴς ἅμα καὶ ἀναγκαῖος φανῇ τῆς οἰκονομίας ὁ λόγος. Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
