# Eranistes 108

Theodoretus, Eranistes, Page 108. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/108

Ἐκ τοῦ λόγου ὃν εἶπε, Γότθου πρέσβεως πρὸ αὐτοῦ εἰρηκότος. Ὅρα ἐκ προοιμίων τί ποιεῖ. Τὴν φύσιν περιβάλλεται τὴν ἡμετέραν, τὴν ἠσθενηκυῖαν, τὴν ἡττηθεῖσαν, ὥστε μαχέσασθαι καὶ ἀναπαλαῖσαι δι' αὐτῆς· καὶ ἐκ τῶν προοιμίων πρόρριζον ἀνασπᾷ τῆς ἀπονοίας τὴν φύσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ γενεθλιακοῦ λόγου. Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εἰς λίθους καὶ ξύλα εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς καὶ καθάπερ ἐν δεσμωτηρίῳ τινὶ κατακλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν μήτε λέγειν, ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ θεὸς ζῶντα ἐκ πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησεν; Εἰ γὰρ αἰσχρὸν ἐν ἀνθρωπίνῳ σώματι θεὸν οἰκῆσαι, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, ὅσῳ ὁ λίθος καὶ τὸ ξύλον ἀτιμότερον ἀνθρώπου· εἰ μὴ ἄρα καὶ τῶν ἀναισθήτων τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν αὐτοῖς εἶναι δοκεῖ. Αὐτοὶ καὶ εἰς λίθους καὶ εἰς κύνας, πολλοὶ δὲ τῶν αἱρετικῶν καὶ εἰς ἕτερα τούτων ἀτιμότερα τοῦ θεοῦ κατάγουσι τὴν οὐσίαν. Ἡμεῖς δὲ τούτων μὲν οὐδὲν οὔτ' ἂν ἀκοῦσαί ποτε ἀνασχοίμεθα. Ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ πάσῃ γενομένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστός, καὶ τὸ οἰκεῖον διώρθωσε σκεῦος. Καὶ μετ' ὀλίγα. Ἐκεῖνο δέ φαμεν, ὅτι ναὸν ἅγιον ἑαυτῷ κατασκευάσας ὁ θεὸς λόγος, δι' ἐκείνου τὴν ἐκ τῶν οὐρανῶν πολιτείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Τοῦ αὐτοῦ ἀπὸ τοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρὰ τοῦ Χριστοῦ, οὐ δι' ἀσθένειαν δυνάμεως, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Τίνες οὖν εἰσιν αἱ αἰτίαι τοῦ ταπεινὰ πολλὰ καὶ αὐτὸν καὶ τοὺς ἀποστόλους εἰρηκέναι περὶ αὐτοῦ; Πρώτη μὲν αἰτία καὶ μεγίστη, τὸ σάρκα αὐτὸν περιβεβλῆσθαι, καὶ βούλεσθαι καὶ τοὺς τότε καὶ τοὺς μετὰ ταῦτα πιστώσασθαι πάντας, ὅτι οὐ σκιά τίς ἐστιν οὐδὲ σχῆμα ἁπλῶς τὸ ὁρώμενον, ἀλλ' ἀλήθεια φύσεως. Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα, καὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων περὶ αὐτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
