# Eranistes 110

Theodoretus, Eranistes, Page 110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/110

καλλίων ἡμῶν καὶ ἐν τῇ σωματώσει. Οὐκ ἂν δὲ ἦν καλλίων εἰς σάρκα τραπείς. Καὶ μετ' ὀλίγα δὲ οὕτω λέγει. Τὸ ἁπλοῦν ἕν ἐστι, τὸ δὲ σύνθετον οὐ δύναται ἓν εἶναι. Τροπὴν ἂν λέγοι τοῦ ἑνὸς λόγου ὁ φάσκων αὐτὸν σάρκα γεγενῆσθαι. Εἰ δὲ καὶ τὸ σύνθετον ἕν ἐστιν, ὥσπερ ἄνθρωπος, τὸ κατὰ σύνθεσιν ἓν λέγει ὁ διὰ τὴν πρὸς σάρκα ἕνωσιν λέγων· "Ὁ λόγος σὰρξ ἐγένετο." Καὶ αὖθις μετὰ βραχέα καὶ ταῦτα εἴρηκε. Σάρκωσις κένωσις· ἡ δὲ κένωσις οὐχ υἱὸν θεοῦ, ἀλλὰ υἱὸν ἀνθρώπου τὸν κενώσαντα ἑαυτὸν ἀπέφηνε, κατὰ τὴν περιβολήν, οὐ κατὰ μεταβολήν. ΟΡΘ. Ἰδού σοι καὶ τὸ τῆς περιβολῆς ὄνομα προσενήνοχεν ὁ τῶν σῶν δογμάτων διδάσκαλος. Καὶ μέντοι Κἀν τῷ περὶ πίστεως λογιδίῳ οὕτω λέγει. Πιστεύομεν οὖν, ἀναλλοιώτου μενούσης τῆς θεότητος, τὴν σάρκωσιν αὐτῆς γεγενῆσθαι πρὸς ἀνακαίνισιν τῆς ἀνθρωπότητος. Οὔτε γὰρ ἀλλοίωσις, οὔτε μετακίνησις, οὔτε περικλεισμὸς γέγονε περὶ τὴν ἁγίαν τοῦ θεοῦ δύναμιν. Καὶ μετ' ὀλίγα. Προσκυνοῦμεν δὲ θεὸν σάρκα ἐκ τῆς ἁγίας παρθένου προσλαβόντα, καὶ διὰ τοῦτο ἄνθρωπον μὲν ὄντα κατὰ τὴν σάρκα, θεὸν δὲ κατὰ τὸ πνεῦμα. Καὶ ἐν ἑτέρᾳ δὲ ἐκθέσει οὕτως ἔφη. Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ υἱὸν ἀνθρώπου γεγενῆσθαι, οὐκ ὀνόματι, ἀλλ' ἀληθείᾳ προσλαβόντα σάρκα ἐκ Μαρίας τῆς παρθένου. ΕΡΑΝ. Οὐκ ᾤμην ταῦτα φρονεῖν τὸν Ἀπολινάριον· ἑτέρας γὰρ περὶ τοῦ ἀνδρὸς εἶχον δόξας. ΟΡΘ. Ἰδοὺ τοίνυν μεμάθηκας, ὡς οὐ μόνον οἱ προφῆται καὶ ἀπόστολοι, καὶ οἱ μετ' αὐτοὺς χειροτονηθέντες τῆς οἰκουμένης διδάσκαλοι, ἀλλὰ καὶ Ἀπολινάριος, ὁ τοὺς αἱρετικοὺς φληνάφους συγγράψας, καὶ ἄτρεπτον ὁμολογεῖ τὸν θεὸν λόγον, καὶ οὐκ εἰς σάρκα αὐτὸν τετράφθαι φησίν, ἀλλὰ σάρκα ἀνειληφέναι· καὶ τοῦτο πολλάκις

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
