# Eranistes 114

Theodoretus, Eranistes, Page 114. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/114

ΟΡΘ. Οὐδέτερον δίχα θατέρου, ἀλλ' ἑκάτερον. Ὁ γὰρ θεὸς λόγος ἐνανθρωπήσας Ἰησοῦς Χριστὸς ὠνομάσθη. "Καλέσεις, γάρ φησι, τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ." Καί, "Σήμερον τίκτεται ὑμῖν Χριστὸς κύριος ἐν πόλει Δαβίδ." Ἀγγέλων δὲ αὗται φωναί. Πρὸ δὲ τῆς ἐνανθρωπήσεως θεὸς καὶ θεοῦ υἱὸς καὶ μονογενὴς καὶ κύριος καὶ θεὸς λόγος καὶ ποιητὴς ὠνομάζετο. "Ἐν ἀρχῇ, γάρ, ἦν, φησίν, ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος·" καί, "Πάντα δι' αὐτοῦ ἐγένετο·" καί, "Ζωὴ ἦν·" καί, "Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον·" καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια καὶ τῆς φύσεως τῆς θείας δηλωτικά. Μετὰ δέ γε τὴν ἐνανθρώπησιν Ἰησοῦς καὶ Χριστὸς ὁ αὐτὸς ὠνομάσθη. ΕΡΑΝ. Οὐκοῦν θεὸς μόνον Ἰησοῦς ὁ κύριος. ΟΡΘ. Ἐνανθρωπήσαντα θεὸν λόγον ἀκούεις, καὶ θεὸν μόνον ἀποκαλεῖς; ΕΡΑΝ. Ἐπειδὴ μὴ τραπεὶς ἐνηνθρώπησεν, ἀλλὰ μεμένηκεν ὅπερ ἦν, χρὴ καλεῖν αὐτὸν ὅπερ ἦν. ΟΡΘ. Ἄτρεπτος μὲν ὁ θεὸς λόγος καὶ ἦν καὶ ἔστι καὶ ἔσται· ἀνθρωπείαν δὲ φύσιν λαβὼν ἐνηνθρώπησε. Προσήκει τοίνυν ἡμᾶς ἑκατέραν φύσιν ὁμολογεῖν καὶ τὴν λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. ΕΡΑΝ. Ἀπὸ τῆς κρείττονος ὀνομάζειν χρή. ΟΡΘ. Ὁ ἄνθρωπος ἐκεῖνος, τὸ ζῷον λέγω, ἁπλοῦς ἐστιν ἢ σύνθετος; ΕΡΑΝ. Σύνθετος. ΟΡΘ. Ἐκ τίνων συγκείμενος; ΕΡΑΝ. Ἐκ ψυχῆς καὶ σώματος. ΟΡΘ. Τῶν δὲ φύσεων τούτων ποτέρα κρείττων; ΕΡΑΝ. Δῆλον ὡς ἡ ψυχή· λογική τε γάρ ἐστι καὶ ἀθάνατος καὶ τοῦ ζῴου τὴν ἡγεμονίαν πεπίστευται. Τὸ δὲ σῶμα θνητόν ἐστι καὶ ἐπίκηρον καὶ τῆς ψυχῆς χωριζόμενον ἄλογόν ἐστι καὶ νεκρόν. ΟΡΘ. Ἔδει τοιγαροῦν τὴν θείαν γραφὴν ἐκ τῆς ἀμείνονος φύσεως ὀνομάζειν τὸ ζῷον.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
