# Eranistes 116

Theodoretus, Eranistes, Page 116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/116

ΟΡΘ. Ὅτι καὶ κατηγοροῦσά τινων ἡ θεία γραφὴ ἀπὸ τῆς ψυχῆς ὀνομάζει μόνης. ΕΡΑΝ. Καὶ ποῦ τοῦτο εὑρήσεις παρὰ τῇ θείᾳ γραφῇ; ΟΡΘ. Ἄκουσον τοῦ δεσπότου θεοῦ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου λέγοντος· "Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται." Καὶ μέντοι καὶ διὰ Μωϋσέως τοῦ μεγάλου φησί· "Ψυχὴ ἣ ἐὰν ἁμάρτῃ·" καὶ πάλιν· "Καὶ ἔσται πᾶσα ψυχή, ἥτις οὐκ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται." Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν. ΕΡΑΝ. Ἀποδέδεικται ταῦτα. ΟΡΘ. Εἰ τοίνυν ἔνθα φυσική τίς ἐστιν ἕνωσις καὶ κτιστῶν καὶ ὁμοδούλων καὶ ὁμοχρόνων συνάφεια, οὐκ ἀπὸ μόνης τῆς κρείττονος φύσεως τόδε τὸ ζῷον ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ, ἀλλὰ καὶ ἀπὸ τῆς ἥττονός τε καὶ μείζονος· πῶς ἡμῖν ἐγκαλεῖτε τὸν δεσπότην Χριστὸν μετὰ τοῦ θεὸν ὁμολογεῖν καὶ ἄνθρωπον ὀνομάζουσι, καὶ ταῦτα πολλῶν ἄγαν τοῦτο ποιεῖν ἀναγκαζόντων; ΕΡΑΝ. Καὶ τί τὸ ἀναγκάζον ὑμᾶς ἄνθρωπον ὀνομάζειν τὸν σωτῆρα Χριστόν; ΟΡΘ. Τὰ διάφορα καὶ παντάπασιν ἐναντία τῶν αἱρετικῶν δογμάτων. ΕΡΑΝ. Καὶ τίνα τίσιν ἐναντία δόγματα; ΟΡΘ. Τὸ Ἀρείου τῷ Σαβελλίου. Ὁ μὲν γὰρ διαιρεῖ τὰς οὐσίας, ὁ δὲ τὰς ὑποστάσεις συγχέει. Ὁ μὲν Ἄρειος τρεῖς οὐσίας εἰσφέρει· ὁ δὲ Σαβέλλιος μίαν ὑπόστασιν ἀντὶ τῶν τριῶν λέγει. Εἰπὲ τοίνυν, πῶς δεῖ νόσον ἑκατέραν ἰάσασθαι· ἓν ἀμφοτέροις προσενεγκεῖν τοῖς παθήμασι φάρμακον, ἢ ἑκατέρῳ τὸ πρόσφορον; ΕΡΑΝ. Ἑκατέρῳ τὸ πρόσφορον. ΟΡΘ. Οὐκοῦν τὸν μὲν Ἄρειον πειρασόμεθα πεῖσαι μίαν τῆς ἁγίας τριάδος τὴν οὐσίαν ὁμολογεῖν, καὶ τούτου τὰς ἀποδείξεις προσοίσομεν ἀπὸ τῆς θείας γραφῆς. ΕΡΑΝ. Οὕτω ποιητέον. ΟΡΘ. Τῷ δέ γε Σαβελλίῳ διαλεγόμενοι τοὐναντίον πράξομεν.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
