# Eranistes 117

Theodoretus, Eranistes, Page 117. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/117

Περὶ μὲν γὰρ τῆς οὐσίας οὐδένα προσοίσομεν λόγον· μίαν γὰρ κἀκεῖνος ὁμολογεῖ. ΕΡΑΝ. Σαφές. ΟΡΘ. Τὸ δέ γε νοσοῦν τῆς δόξης θεραπεῦσαι σπουδάσομεν. ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Ποίαν δὲ νοσεῖν αὐτὸν εἰρήκαμεν νόσον; ΕΡΑΝ. Περὶ τὰς ὑποστάσεις ἔφαμεν αὐτὸν χωλεύειν. ΟΡΘ. Οὐκοῦν ἐπειδὴ μίαν ἐκεῖνος εἶναι λέγει τῆς τριάδος ὑπόστασιν, ἐπιδείξομεν αὐτῷ τὴν θείαν γραφὴν τὰς τρεῖς ὑποστάσεις κηρύττουσαν. ΕΡΑΝ. Τοῦτο μὲν οὕτω πρακτέον· τὸν δὲ προκείμενον καταλελοίπαμεν λόγον. ΟΡΘ. Οὐδαμῶς. Αὐτοῦ γὰρ πέρι τὰς ἀποδείξεις συλλέγομεν, καὶ τοῦτο παραυτίκα μαθήσῃ. Εἰπὲ οὖν μοι, πάσας τὰς αἱρέσεις τὰς ἀπὸ Χριστοῦ καλουμένας ὁμολογεῖν ὑπείληφας καὶ τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Ἀλλὰ τινὰς μὲν τὴν θεότητα μόνην, τινὰς δὲ μόνην τὴν ἀνθρωπότητα; ΕΡΑΝ. Ναί. ΟΡΘ. Ἄλλας δέ γε μέρος τῆς ἀνθρωπότητος; ΕΡΑΝ. Οὕτως οἶμαι. Προσήκει δὲ ἡμῖν δηλῶσαι, πῶς μὲν οἱ ταῦτα φρονοῦντες, πῶς δὲ οἱ ἐκεῖνα, προσαγορεύονται, ἵνα σαφέστερον τὸ ζητούμενον γένηται. ΟΡΘ. Ἐγὼ τοῦτο ἐρῶ. Σίμων καὶ Μένανδρος καὶ Κέρδων καὶ Μαρκίων καὶ Βαλεντῖνος καὶ Βασιλείδης καὶ Βαρδισάνης καὶ Μάνης ἠρνήθησαν ἄντικρυς τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ. Ἀρτέμων δὲ καὶ Θεόδοτος καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς καὶ Μάρκελλος καὶ Φωτεινὸς εἰς τὴν ἐναντίαν ἐκ διαμέτρου βλασφημίαν κατέπεσον. Ἄνθρωπον γὰρ μόνον κηρύττουσι τὸν Χριστόν, τὴν δὲ πρὸ τῶν αἰώνων ὑπάρχουσαν ἀρνοῦνται θεότητα. Ἄρειος δὲ καὶ Εὐνόμιος κτιστὴν μὲν καλοῦσι τοῦ μονογενοῦς τὴν θεότητα, σῶμα δὲ μόνον

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
