# Eranistes 118

Theodoretus, Eranistes, Page 118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/118

αὐτὸν ἀνειληφέναι φασίν. Ἀπολινάριος δὲ ἔμψυχον μὲν τὸ ληφθὲν ὁμολογεῖ σῶμα, τὴν δὲ λογικὴν ψυχὴν καὶ τῆς τιμῆς καὶ τῆς σωτηρίας ἐν τοῖς οἰκείοις λόγοις ἀποστερεῖ. Αὕτη μὲν οὖν ἡ τῶν διεφθαρμένων δογμάτων διαφορά. Αὐτὸς δὲ ἡμῖν φιλαλήθως εἰπέ, χρή τινα πρὸς τούτους ποιεῖσθαι διάλεξιν, ἢ δεῖ κατὰ κρημνῶν φερομένους περιορᾶν καὶ οἰμώζειν ἐᾶν; ΕΡΑΝ. Μισανθρωπίας ἔργον ἡ τῶν καμνόντων ὑπεροψία. ΟΡΘ. Προσήκει τοίνυν καὶ συναλγεῖν καὶ θεραπεύειν εἰς δύναμιν. ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Εἰ τοίνυν σώματα θεραπεύειν ἠπίστασο, πολλοὶ δέ σε περιστάντες ἰατρεύειν ἠξίουν, διάφορα ἐπιδεικνύντες παθήματα, οἷον ὀφθαλμῶν ἐπιρροίας καὶ ἀκοῶν τραύματα καὶ ὀδόντων ὀδύνας, καὶ οἱ μὲν νεύρων τάσιν, οἱ δὲ λύσιν, καὶ ὁ μὲν πλημμύραν χολῆς, ὁ δὲ φλέγματος, τί ἂν ἔδρασας, εἰπέ μοι; ἓν ἅπασι κατεσκεύαζες φάρμακον, ἢ ἑκάστῳ πάθει τὸ πρόσφορον; ΕΡΑΝ. Τὸ ἑκάστῳ δηλονότι κατάλληλόν τε καὶ ἀλεξίκακον. ΟΡΘ. Οὐκοῦν τὰ μὲν θερμὰ τῶν παθῶν καταψύχων, τὰ δὲ ψυχρὰ διαθερμαίνων, καὶ τὰ μὲν τεταμένα χαλῶν, τὰ δέ γε λελυμένα τονωτικοῖς φαρμάκοις ῥωννύς, καὶ τὰ μὲν πλαδῶντα ξηραίνων, ὑγραίνων δὲ τὰ ξηρά, ἐξήλαυνες μὲν τὰς νόσους, ἐπανῆγες δὲ τὴν ὑγείαν ὑπὸ τούτων ἐκβεβλημένην; ΕΡΑΝ. Οὕτω θεραπεύειν ὁ τῆς ἰατρικῆς παρακελεύεται νόμος· τὰ ἐναντία γάρ, φασί, τῶν ἐναντίων ἰάματα. ΟΡΘ. Εἰ δὲ φυτουργὸς ἦσθα, πᾶσιν ἂν τοῖς φυτοῖς τὴν αὐτὴν προσήνεγκας ἐπιμέλειαν, ἢ τῇ μὲν ῥοιᾷ τὴν αὐτῇ προσήκουσαν, τῇ δὲ συκῇ τὴν οἰκείαν, καὶ τῇ ὄχνῃ ὡσαύτως, καὶ τῇ μηλέᾳ, καὶ ταῖς ἡμερίσι τὰς καταλλήλους· καὶ ἁπαξαπλῶς ἑκάστῳ γε φυτῷ τὴν πρόσφορον; ΕΡΑΝ. Δῆλον ὡς ἕκαστον φυτὸν τῆς οἰκείας ἐπιμελείας προσδεῖται. ΟΡΘ. Εἰ δὲ ναυπηγικὴν μετεχείριζες τέχνην, ἐθεάσω δὲ τὴν ἱστοδόκην νεουργίας δεομένην, τὴν τοῖς πηδαλίοις διαφέρουσαν ἐπιμέλειαν προσήνεγκας ἂν αὐτῇ, ἢ τὴν τῇ ἱστοδόκῃ προσήκουσαν; ΕΡΑΝ. Ἀναμφίλεκτα καὶ ταῦτ' ἔστιν. Ἕκαστον γὰρ τὴν οἰκείαν

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
