# Eranistes 119

Theodoretus, Eranistes, Page 119. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/119

θεραπείαν ἐπιζητεῖ, καὶ φυτὸν καὶ σώματος μόριον καὶ σκεύη καὶ μέρη νηός. ΟΡΘ. Πῶς οὖν οὐ σχέτλιον, σώματι μὲν καὶ τοῖς ἀψύχοις καταλλήλους θεραπείας προσφέρειν, ἐπὶ δὲ τῶν ψυχῶν τὸν θεραπευτικὸν τοῦτον μὴ φυλάττειν κανόνα; ΕΡΑΝ. Λίαν ἐστὶν ἀδικώτατον, καὶ οὐ μόνον ἀδικίας, ἀλλὰ καὶ ἀνοίας μεστόν. Οἱ γὰρ ἄλλως ποιοῦντες αὐτῆς εἰσι τῆς θεραπείας ἀνεπιστήμονες. ΟΡΘ. Οὐκοῦν πρὸς αἵρεσιν ἑκάστην διαλεγόμενοι τὸ ταύτῃ πρόσφορον προσοίσομεν φάρμακον; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Πρόσφορος δὲ θεραπεία, τὸ προστιθέναι μὲν τὸ ἐλλεῖπον, ἀφαιρεῖν δὲ τὸ πλεονάζον· ἦ γάρ; ΕΡΑΝ. Ναί. ΟΡΘ. Φωτεινὸν τοίνυν καὶ Μάρκελλον καὶ τοὺς ἐκείνων ἀγχιθύρους θεραπεύειν πειρώμενοι, τί ἂν προσθέντες τὸν θεραπευτικὸν κανόνα πληρώσαιμεν; ΕΡΑΝ. Τῆς τοῦ Χριστοῦ θεότητος τὴν ὁμολογίαν· αὕτη γὰρ αὐτοῖς ἐλλείπει. ΟΡΘ. Περὶ δέ γε τῆς ἀνθρωπότητος οὐδὲν πρὸς αὐτοὺς ἐροῦμεν. Ὁμολογοῦσι γὰρ ἄνθρωπον τὸν δεσπότην Χριστόν. ΕΡΑΝ. Ὀρθῶς λέγεις. ΟΡΘ. Ἀρείῳ δὲ καὶ Εὐνομίῳ περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως διαλεγόμενοι, τί ἂν προσθεῖναι πείσαιμεν αὐτοὺς τῇ σφετέρᾳ ὁμολογίᾳ; ΕΡΑΝ. Τῆς ψυχῆς τὴν ἀνάληψιν· σῶμα γὰρ τὸν θεὸν λόγον μόνον ἀνειληφέναι φασίν. ΟΡΘ. Ἀπολιναρίῳ δὲ τί ἐλλείπει, ὥστε αὐτὸν ἀκριβοῦν τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον; ΕΡΑΝ. Τὸ μὴ διιστάναι τὸν νοῦν ἀπὸ τῆς ψυχῆς, ἀλλ' ὁμολογεῖν τὴν λογικὴν ψυχὴν μετὰ τοῦ σώματος ἀνειλῆφθαι. ΟΡΘ. Οὐκοῦν καὶ τούτῳ περὶ τούτου διαλεξόμεθα; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Μαρκίωνα δὲ καὶ Βαλεντῖνον καὶ Μάνητα, καὶ ὅσοι γειτονεύουσι τούτοις, τί μὲν ὁμολογεῖν ἔφαμεν κατὰ τόδε τὸ μέρος, τί δὲ πάμπαν ἀρνεῖσθαι;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
