# Eranistes 121

Theodoretus, Eranistes, Page 121. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/121

"Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου;" Καὶ πολλαχοῦ δὲ υἱὸν ἀνθρώπου ἑαυτὸν προσηγόρευσεν. Ὁ δὲ πανεύφημος Πέτρος πρὸς τὸν Ἰουδαϊκὸν διαλεγόμενος δῆμον οὕτως ἔφη· "Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς." Καὶ ὁ μακάριος Παῦλος ἐπὶ τοῦ Ἀρειουπάγου τοῖς παρεστῶσι προσφέρων τὸ σωτήριον κήρυγμα πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα ἔφη· "Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεός, τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν· καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν." Ὁ τοίνυν τὸ παρὰ τοῦ κυρίου καὶ τῶν ἀποστόλων τεθέν τε καὶ κηρυχθὲν ὄνομα παραιτούμενος, σοφώτερον ἑαυτὸν καὶ τῶν μεγάλων διδασκάλων ὑπείληφε, καὶ μέντοι καὶ αὐτῆς τῆς τῶν σοφωτάτων διδασκάλων πηγῆς. ΕΡΑΝ. Τοῖς ἀπίστοις ἐκεῖνοι τήνδε τὴν διδασκαλίαν προσήνεγκαν· νῦν δὲ τῆς οἰκουμένης τὸ πλεῖστον ἐπίστευσεν. ΟΡΘ. Μάλιστα μέν εἰσιν ἔτι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ αἱρετικῶν μυρία συστήματα, καὶ χρὴ τούτων ἑκάστῳ κατάλληλον διδασκαλίαν προσφέρειν. Εἰ δὲ καὶ πάντες ἦμεν ὁμόφρονες, εἰπέ, τί λωβᾶται τὸ θεὸν καὶ ἄνθρωπον ὁμολογεῖν τὸν Χριστόν; Ἢ οὐ θεότητα τελείαν ἐν αὐτῷ καὶ ἀνθρωπότητα ὡσαύτως ἀνελλιπῆ θεωροῦμεν; ΕΡΑΝ. Ταῦτα πολλάκις ὡμολογήσαμεν. ΟΡΘ. Τί δήποτε τοίνυν ἀναιροῦμεν ἅπερ πολλάκις ὡμολογήσαμεν; ΕΡΑΝ. Τὸ ἄνθρωπον καλεῖν τὸν Χριστὸν ὑπείληφα περιττόν, μάλιστα πιστόν τινα πιστῷ προσδιαλεγόμενον. ΟΡΘ. Τὸν θεῖον ἀπόστολον πιστὸν εἶναι νομίζεις; ΕΡΑΝ. Πιστῶν μὲν οὖν ἁπάντων διδάσκαλον. ΟΡΘ. Τὸν δὲ Τιμόθεον τῆσδε τῆς προσηγορίας ὑπείληφας ἄξιον; ΕΡΑΝ. Ὡς ἐκείνου γε μαθητὴν καὶ τῶν ἄλλων διδάσκαλον. ΟΡΘ. Ἄκουσον τοίνυν τοῦ διδασκάλου τῶν διδασκάλων τῷ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
