# Eranistes 123

Theodoretus, Eranistes, Page 123. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/123

ΕΡΑΝ. Ποίων; ΟΡΘ. Ἐκείνων, ἔνθα παρεξετάζων ὁ θεῖος ἀπόστολος τὴν λευϊτικὴν ἱερωσύνην τῇ τοῦ Χριστοῦ, ἀπείκασε μὲν ἐν τοῖς ἄλλοις τὸν Μελχισεδὲκ τῷ δεσπότῃ Χριστῷ· τὴν δέ γε ἱερωσύνην ἔχειν ἔφη τὸν κύριον κατὰ τὴν τάξιν Μελχισεδέκ. ΕΡΑΝ. Οἶμαι οὕτω λέγειν τὸν θεῖον ἀπόστολον· "Οὗτος γὰρ ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτόν· ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος· μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές." Περὶ τούτων οἶμαί σε τῶν ῥητῶν εἰρηκέναι. ΟΡΘ. Περὶ τούτων ἔφην, καὶ ἐπαινῶ δέ γε ὅτι τὸ χωρίον οὐ διέκοψας, ἀλλ' ὅλον τέθεικας. Εἰπὲ τοίνυν, ἁρμόττει τούτων ἕκαστον τῷ Μελχισεδὲκ φύσει καὶ ἀληθείᾳ; ΕΡΑΝ. Καὶ τίς οὕτω θρασὺς ἀφαρμόσαι ἅπερ ἥρμοσεν ὁ θεῖος ἀπόστολος; ΟΡΘ. Λέγεις τοίνυν τῷ Μελχισεδὲκ ταῦτα κατὰ φύσιν ἁρμόττειν; ΕΡΑΝ. Λέγω. ΟΡΘ. Ἄνθρωπον αὐτὸν εἶναι λέγεις, ἤ τινα ἄλλην εἰληφέναι φύσιν; ΕΡΑΝ. Ἄνθρωπον. ΟΡΘ. Γεννητὸν ἢ ἀγέννητον; ΕΡΑΝ. Ἀτόπους ἄγαν ἐρωτήσεις προσφέρεις. ΟΡΘ. Σὺ τούτων αἴτιος προφανῶς τῇ ἀληθείᾳ μαχόμενος· ἀπόκριναι τοίνυν. ΕΡΑΝ. Εἷς ἐστι μόνος ἀγέννητος, ὁ θεὸς καὶ πατήρ. ΟΡΘ. Γεννητὸν οὖν ἄρα τὸν Μελχισεδὲκ εἶναί φαμεν; ΕΡΑΝ. Γεννητόν. ΟΡΘ. Ἀλλ' ὁ περὶ αὐτοῦ λόγος τἀναντία διδάσκει. Ἀναμνήσθητι γὰρ ὧν ἀρτίως ἀπεμνημόνευσας· "Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων." Πῶς τοίνυν αὐτῷ τὸ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
