# Eranistes 129

Theodoretus, Eranistes, Page 129. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/129

τὴν ἀλήθειαν; ἢ ἐπιλέλησαι τῆς ἀποστολικῆς νομοθεσίας, ἕτοιμον εἶναι πρὸς ἀπολογίαν παρεγγυώσης; Σκοπήσωμεν δὲ οὕτως. Ὁ ἄριστος στρατηγὸς μόνοις τοῖς πολεμίοις συμπλέκεται καὶ τοξεύει καὶ ἀκοντίζει καὶ φάλαγγα ῥήγνυσιν, ἢ καὶ τοὺς στρατιώτας καθοπλίζει καὶ τάττει καὶ εἰς ἀνδρείαν τὰ τούτων παραθήγει φρονήματα; ΕΡΑΝ. Τοῦτο μᾶλλον ποιητέον αὐτῷ. ΟΡΘ. Οὐ γὰρ ἴδιον στρατηγοῦ, τὸ αὐτὸν μὲν προκινδυνεύειν καὶ παρατάττεσθαι, τοὺς δὲ στρατιώτας ἐπ' ἄμφω καθεύδειν ἐᾶν, ἀλλὰ καὶ τούτους διεγείρειν εἰς τὴν παράταξιν. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Τοῦτο καὶ ὁ θεῖος ποιεῖ Παῦλος. Τοῖς γὰρ πεπιστευκόσιν ἐπιστέλλων ἔλεγεν· "Ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου." Καὶ πάλιν· "Στῆτε οὖν περιζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ," καὶ τὰ ἑξῆς. Ἀναμνήσθητι δὲ ἃ καὶ ἔμπροσθεν εἰρήκαμεν, ὅτι καὶ ὁ ἰατρὸς προστίθησι τὴν ἐλλείπουσαν τῇ φύσει ποιότητα. Εἰ γὰρ εὕροι πλεονάζουσαν τὴν ψυχράν, προστίθησι τὴν θερμήν, καὶ ὡσαύτως τὰς ἄλλας· τοῦτο καὶ ὁ κύριος ἐποίησεν. ΕΡΑΝ. Καὶ ποῦ τοῦτο δείξεις πεποιηκότα τὸν κύριον; ΟΡΘ. Ἐν τοῖς θείοις εὐαγγελίοις. ΕΡΑΝ. Δεῖξον οὖν, καὶ πλήρωσον τὴν ὑπόσχεσιν. ΟΡΘ. Τί τὸν σωτῆρα Χριστὸν ἐνόμιζον οἱ Ἰουδαῖοι; ΕΡΑΝ. Ἄνθρωπον. ΟΡΘ. Ὅτι δὲ καὶ θεὸς ἦν, παντάπασιν ἠγνόουν; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Τοιγάρτοι τοῦτο μαθεῖν τοὺς ἀγνοοῦντας ἐχρῆν; ΕΡΑΝ. Ὡμολόγηται. ΟΡΘ. Ἄκουσον τοίνυν αὐτοῦ πρὸς αὐτοὺς λέγοντος· "Πολλὰ ἔργα ὑπέδειξα ὑμῖν παρὰ τοῦ πατρός μου, διὰ ποῖον αὐτῶν λιθάζετέ με;" Τῶν δὲ εἰρηκότων, "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν," ἐπήγαγεν· "Ἐν τῷ νόμῳ ὑμῶν γέγραπται· Ἐγὼ εἶπον· θεοί ἐστε. Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
