# Eranistes 131

Theodoretus, Eranistes, Page 131. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/131

τυφλοὶ ἐβόων· "Υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς." Καὶ ἡ Χαναναία· "Υἱὲ Δαβίδ, ἐλέησόν με, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται·" καὶ τὸ πλῆθος· "Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου." Καὶ οὐ μόνον οὐκ ἐδυσχέρανεν, ἀλλὰ καὶ τὴν πίστιν ἐπῄνεσε. Τοὺς μὲν γὰρ τυφλοὺς τῆς μακροτάτης νυκτὸς ἠλευθέρωσε, καὶ τὴν ὀπτικὴν αὐτοῖς ἐνέργειαν ἐδωρήσατο. Τῆς δὲ Χαναναίας τὴν θυγατέρα κορυβαντιῶσαν καὶ μεμηνυῖαν ἰάσατο, καὶ τὸν παμπόνηρον ἐξήλασε δαίμονα. Τῶν δέ γε ἀρχιερέων καὶ Φαρισαίων χαλεπαινόντων τοῖς βοῶσιν, "Ὡσαννὰ τῷ υἱῷ Δαβίδ," οὐ μόνον οὐκ ἐκώλυσε τοὺς βοῶντας, ἀλλὰ καὶ ἐβεβαίωσε τὴν εὐφημίαν. "Ἀμήν, γὰρ ἔφη, λέγω ὑμῖν, κἂν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται." ΕΡΑΝ. Τούτων πρὸ τῆς ἀναστάσεως ἠνείχετο τῶν προσρημάτων, συγκατιὼν τῇ ἀσθενείᾳ τῶν μηδέπω γνησίως πεπιστευκότων· μετὰ δὲ τὴν ἀνάστασιν περιττὰ ταυτὶ τὰ ὀνόματα. ΟΡΘ. Τὸν οὖν μακάριον Παῦλον ποῦ τάξομεν; ἐν τοῖς τελείοις ἢ ἐν τοῖς ἀτελέσιν; ΕΡΑΝ. Οὐ χρὴ παίζειν ἐν τοῖς σπουδαίοις. ΟΡΘ. Οὐ χρὴ τῆς τῶν θείων λογίων ὀλιγωρεῖν ἀναγνώσεως. ΕΡΑΝ. Καὶ τίς οὕτω τρισάθλιος, ὡς τῆς οἰκείας ἀμελεῖν σωτηρίας; ΟΡΘ. Ἀπόκριναι πρὸς τὴν ἐρώτησιν, καὶ μαθήσῃ τὴν ἄγνοιαν. ΕΡΑΝ. Ποίαν ἐρώτησιν; ΟΡΘ. Ποῦ τάττομεν τὸν θεῖον ἀπόστολον; ΕΡΑΝ. Δῆλον ὡς ἐν τοῖς τελειοτάτοις καὶ τῶν τελείων διδάσκαλον. ΟΡΘ. Πότε δὲ τοῦ κηρύγματος ἤρξατο; ΕΡΑΝ. Μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν καὶ τὴν τοῦ πνεύματος ἐπιφοίτησιν καὶ τὴν Στεφάνου τοῦ νικηφόρου κατάλευσιν. ΟΡΘ. Οὗτος παρ' αὐτὸ τοῦ βίου τὸ τέλος ἐσχάτην γράφων ἐπιστολὴν Τιμοθέῳ τῷ μαθητῇ, καὶ οἷόν τινα κλῆρον αὐτῷ πατρῷον κατὰ διαθήκας παραδιδούς, καὶ ταῦτα τέθεικε· "Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβὶδ κατὰ τὸ εὐαγγέλιόν μου." Ὑπέδειξε δὲ καὶ τὰ ὑπὲρ τοῦ εὐαγγελίου παθήματα

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
