# Eranistes 133

Theodoretus, Eranistes, Page 133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/133

συνυπάρχει (διεπλάσθη γὰρ μετὰ τὸν ἀγγελικὸν ἀσπασμόν, συνῆπται δὲ τῇ διαπλάσει ἡ ἕνωσις), μία ἄρα φύσις πρὸ τῆς ἑνώσεως ἦν, ἡ ἀεὶ οὖσα καὶ πρὸ τῶν αἰώνων οὖσα. Ἀλλὰ γὰρ καὶ αὖθις αὐτὸ τοῦτο σκοπήσωμεν. Τὴν σάρκωσιν ἤγουν τὴν ἐνανθρώπησιν ἄλλο τι νομίζεις παρὰ τὴν ἕνωσιν; ΕΡΑΝ. Οὐχί. ΟΡΘ. Σάρκα γὰρ προσλαβὼν ἐσαρκώθη; ΕΡΑΝ. Φαίνεται. ΟΡΘ. Συνῆπται δὲ τῇ προσλήψει ἡ ἕνωσις; ΕΡΑΝ. Οὕτω λέγω. ΟΡΘ. Μία οὖν φύσις πρὸ τῆς ἐνανθρωπήσεως ἦν. Εἰ γὰρ ταὐτὸν ἕνωσίς τε καὶ ἐνανθρώπησις, ἐνηνθρώπησε δὲ τὴν ἀνθρωπείαν φύσιν λαβών, ἔλαβε δὲ ἡ τοῦ θεοῦ μορφὴ τὴν τοῦ δούλου μορφήν, μία ἄρα φύσις ἡ θεία πρὸ τῆς ἑνώσεως ἦν. ΕΡΑΝ. Καὶ πῶς ταὐτὸν ἕνωσίς τε καὶ ἐνανθρώπησις; ΟΡΘ. Συνωμολόγησας ἀρτίως μὴ διαφέρειν ταυτὶ τὰ ὀνόματα. ΕΡΑΝ. Τοῖς σοῖς με παρεκρούσω συλλογισμοῖς. ΟΡΘ. Καὶ μὴν ἁπλῆν σοι παρενήνοχα πεῦσιν. ΕΡΑΝ. Ἀλλὰ τοῖς προρρηθεῖσι προσεῖχον συλλογισμοῖς ἔτι. ΟΡΘ. Τὸν αὐτὸν οὖν, εἰ δοκεῖ, πάλιν ἀναλάβωμεν λόγον. ΕΡΑΝ. Τοῦτο ποιητέον. ΟΡΘ. Ἡ σάρκωσις πρὸς τὴν ἕνωσιν ἔχει διαφορὰν κατ' αὐτὴν τὴν τοῦ πράγματος φύσιν; ΕΡΑΝ. Πλείστην μὲν οὖν. ΟΡΘ. Δίδαξον τὰ εἴδη ταύτης ἀφθόνως. ΕΡΑΝ. Καὶ αὐτὸς τῶν ὀνομάτων ὁ νοῦς δηλοῖ τὸ διάφορον. Ἡ μὲν γὰρ σάρκωσις τῆς σαρκὸς δηλοῖ τὴν ἀνάληψιν, ἡ δέ γε ἕνωσις τὴν τῶν διεστώτων συνάφειαν. ΟΡΘ. Πρεσβυτέραν δὲ τὴν σάρκωσιν τῆς ἑνώσεως λέγεις; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Ἀλλ' ἐν τῇ συλλήψει γεγενῆσθαι τὴν ἕνωσιν; ΕΡΑΝ. Οὕτω φημί. ΟΡΘ. Οὐκοῦν εἰ μηδὲ τὸ ἀκαριαῖον τοῦ χρόνου τῆς λήψεως τῆς σαρκὸς καὶ τῆς ἑνώσεως γεγένηται μέσον, ἡ δὲ ληφθεῖσα φύσις

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
