# Eranistes 139

Theodoretus, Eranistes, Page 139. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/139

ΟΡΘ. Ὅταν δὲ περὶ τοῦ σώματος ἡμῖν οἱ λόγοι γίνωνται, πάλιν οὐ μόνα τὰ τούτου διέξιμεν ἴδια; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Ἐπειδὰν δὲ περὶ τοῦ ζῴου παντὸς ἡ διάλεξις γίνηται, ἀδεῶς λοιπὸν καὶ ταῦτα κἀκεῖνα προσφέρομεν. Ἁρμόττει γὰρ τῷ ἀνθρώπῳ τά τε τοῦ σώματος τά τε τῆς ψυχῆς ἴδια. ΕΡΑΝ. Παγκαλῶς εἴρηκας. ΟΡΘ. Οὕτω τοιγαροῦν καὶ τοὺς περὶ τοῦ δεσπότου Χριστοῦ ποιεῖσθαι προσήκει λόγους· καὶ περὶ μὲν τῶν φύσεων διαλεγομένους ἀπονέμειν ἑκατέρᾳ τὰ πρόσφορα, καὶ εἰδέναι τίνα μὲν τῆς θεότητος, τίνα δὲ τῆς ἀνθρωπότητος ἴδια. Ὅταν δέ γε τοὺς περὶ τοῦ προσώπου ποιώμεθα λόγους, κοινὰ χρὴ ποιεῖν τὰ τῶν φύσεων ἴδια καὶ ταῦτα κἀκεῖνα τῷ σωτῆρι προσαρμόττειν Χριστῷ, καὶ τὸν αὐτὸν καλεῖν καὶ θεὸν καὶ ἄνθρωπον, καὶ υἱὸν θεοῦ καὶ υἱὸν ἀνθρώπου, καὶ υἱὸν Δαβὶδ καὶ κύριον Δαβίδ, καὶ σπέρμα Ἀβραὰμ καὶ ποιητὴν Ἀβραάμ, καὶ τὰ ἄλλα πάντα ὡσαύτως. ΕΡΑΝ. Τὸ μὲν ἓν εἶναι πρόσωπον τοῦ Χριστοῦ, καὶ αὐτῷ προσήκειν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια, λίαν ὀρθῶς εἴρηκας, καὶ δέχομαι τόνδε τὸν ὅρον τῆς πίστεως. Τὸ δὲ φάναι πάλιν, ὡς χρὴ περὶ τῶν φύσεων διαλεγομένους ἀπονέμειν ἑκάστῃ τὰ ἴδια, λύειν δοκεῖ μοι τὴν ἕνωσιν· οὗ δὴ χάριν τούτους καὶ τοὺς τοιούτους οὐ προσίεμαι λόγους. ΟΡΘ. Καὶ μὴν ὅτε τὰ περὶ ψυχῆς καὶ σώματος ἐξητάζομεν, ἀξιάγαστος ἔδοξεν εἶναί σοι ἡ τῶν λόγων ἐκείνων διαίρεσις· αὐτίκα γοῦν τὴν εὐφημίαν προσήνεγκας. Τί δήποτε τοίνυν ἐπὶ τῆς τοῦ δεσπότου Χριστοῦ θεότητός τε καὶ ἀνθρωπότητος τὸν αὐτὸν οὐ δέχῃ κανόνα; Ἢ οὐδὲ ψυχῇ καὶ σώματι παρισοῖς τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα; ἀλλὰ ψυχῇ μὲν καὶ σώματι δίδως ἀσύγχυτον ἕνωσιν· κρᾶσιν δὲ καὶ σύγχυσιν ὑπομεμενηκέναι λέγειν τολμᾷς τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα; ΕΡΑΝ. Ἐγὼ μὲν τὴν θεότητα τοῦ Χριστοῦ καὶ μέντοι καὶ τὴν σάρκα ψυχῆς καὶ σώματος πολλῷ τινι καὶ ἀπείρῳ μέτρῳ τιμαλφεστέραν ὑπείληφα· μίαν μέντοι φύσιν μετὰ τὴν ἕνωσιν λέγω. ΟΡΘ. Καὶ πῶς οὐ δυσσεβές τε καὶ σχέτλιον, τὸ λέγειν ψυχὴν μὲν σώματι συναφθεῖσαν ἥκιστα παθεῖν τὸ τῆς συγχύσεως πάθος, τὴν δὲ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
