# Eranistes 141

Theodoretus, Eranistes, Page 141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/141

μὲν τὴν σάρκα, ποτὲ δὲ τὴν θεότητα δείκνυσιν· ὥσπερ ἀμέλει κἀνταῦθα τῆς σαρκὸς καὶ τῆς ψυχῆς ἔδειξε τὴν ἀσθένειαν· δειλίας γὰρ τὸ πάθος. ΟΡΘ. Εἰ δέ γε ὑπολαβὼν εἴποι· Καὶ μὴν ψυχὴν οὐκ ἀνέλαβεν, ἀλλὰ σῶμα μόνον, ἡ δὲ θεότης ἀντὶ τῆς ψυχῆς ἑνωθεῖσα τῷ σώματι πάντα τὰ τῆς ψυχῆς ἀνεδέξατο, ποίοις ἂν λόγοις τὴν ἀντίθεσιν διαλύσαις; ΕΡΑΝ. Ἐκ τῆς θείας γραφῆς τὰς ἀποδείξεις προφέρων, καὶ δεικνὺς ὡς οὐ σάρκα μόνην, ἀλλὰ καὶ ψυχὴν ὁ θεὸς λόγος ἀνέλαβεν. ΟΡΘ. Καὶ ποίας ἐν τῇ γραφῇ τοιαύτας εὑρήσομεν ἀποδείξεις; ΕΡΑΝ. Οὐκ ἤκουσας τοῦ κυρίου λέγοντος· "Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν·" καὶ πάλιν· "Νῦν ἡ ψυχή μου τετάρακται." καὶ αὖθις· "Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·" καὶ τὸ παρὰ τοῦ Δαβὶδ εἰρημένον, καὶ παρὰ τοῦ Πέτρου ἡρμηνευμένον, ὅτι "Οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν;" Ταῦτα καὶ ὅσα τοιαῦτα σαφῶς δείκνυσιν, ὡς οὐ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν ὁ θεὸς λόγος ἀνέλαβεν. ΟΡΘ. Ἁρμοδίως μὲν ἄγαν καὶ εὐγνωμόνως τὰς μαρτυρίας παρήγαγες. Ἀντιθείη δ' ἂν ἐκεῖνος, ὡς καὶ πρὸ τῆς ἐνανθρωπήσεως Ἰουδαίοις διαλεγόμενος ὁ θεὸς ἔφη· "Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου." Εἶτα συλλογιζόμενος φαίη ἄν, ὅτι καθάπερ ἐν τῇ παλαιᾷ ψυχὴν οὐκ ἔχων ἐμνημόνευσε ψυχῆς, οὕτω κἀνταῦθα πεποίηκεν. ΕΡΑΝ. Ἀλλ' ἀκούσεται πάλιν, ὡς καὶ σωματικῶν μορίων περὶ τοῦ θεοῦ διαλεγομένη μέμνηται ἡ θεία γραφή. "Κλῖνον, γάρ φησι, τὸ οὖς σου, καὶ ἐπάκουσον·" καί· "Ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε·" καὶ· "Τὸ στόμα κυρίου ἐλάλησε ταῦτα·" καί· "Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με," καὶ μυρία τοιαῦτα. Εἰ τοίνυν καὶ μετὰ τὴν ἐνανθρώπησιν τὴν ψυχὴν οὐ ψυχὴν νοητέον, οὔτε τὸ σῶμα ἄρα σῶμα νοητέον·

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
