# Eranistes 142

Theodoretus, Eranistes, Page 142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/142

καὶ εὑρεθήσεται φαντασία τὸ μέγα τῆς οἰκονομίας μυστήριον, καὶ διοίσομεν οὐδὲν Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνεντος· τοιαῦτα γὰρ ἅττα κἀκεῖνοι μυθολογοῦσιν. ΟΡΘ. Εἰ δέ γε διαλεγομένων ὑμῶν ἐξαπίνης ἀφίκοιτό τις τῆς Ἀπολιναρίου συμμορίας, καὶ ἔροιτο· Ποίαν, ὦ λῷστε, λέγεις ἀνειληφέναι ψυχήν; τί ἂν ἀποκρίναιο; ΕΡΑΝ. Πρῶτον μέν, ὡς μίαν οἶδα τὴν τοῦ ἀνθρώπου ψυχήν. Ἔπειτα προσθείην ἄν, Εἰ δέ γε σὺ δύο νομίζεις, καὶ τὴν μὲν λογικήν, τὴν δὲ ἄλογον νομίζεις, τὴν λογικὴν ἀνειλῆφθαί φημι. Σὺ γάρ, ὡς ἔοικε, τὴν ἄλογον ἔχεις, ἀτελῆ γεγενῆσθαι τὴν ἡμετέραν σωτηρίαν ἡγούμενος. ΟΡΘ. Εἰ δὲ τῶνδε τῶν λόγων ἀπαιτοίη τὰς ἀποδείξεις; ΕΡΑΝ. Δοίην ἂν εὐπετῶς, καὶ τῶν εὐαγγελικῶν ἀναμνήσω λογίων, ὅτι "Τὸ παιδίον Ἰησοῦς ηὔξανε, καὶ ἐκραταιοῦτο πνεύματι, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτῷ." Καὶ πάλιν· "Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις." Καὶ εἴποιμ' ἄν, ὡς οὐδὲν τούτων ἁρμόττει θεότητι. Ἡλικίᾳ μὲν γὰρ τὸ σῶμα προκόπτει, σοφίᾳ δὲ ἡ ψυχή, οὐχ ἡ ἄλογος, ἀλλ' ἡ λογική. Λογικὴν οὖν ἄρα ψυχὴν ὁ θεὸς λόγος ἀνείληφεν. ΟΡΘ. Γενναίως μὲν ἄγαν, ὦ ἄριστε, τὰς τρεῖς τῶν ἀντιπάλων διέρρηξας φάλαγγας· ἀλλὰ τὴν ἕνωσιν ἐκείνην, καὶ τὴν πολυθρύλητον κρᾶσιν καὶ σύγχυσιν, οὐ διχῆ μόνον, ἀλλὰ καὶ τριχῆ τῷ λόγῳ διέλυσας· καὶ οὐ μόνον θεότητος καὶ ἀνθρωπότητος τὸ διάφορον ἔδειξας, ἀλλὰ καὶ αὐτὴν διχῆ διεῖλες τὴν ἀνθρωπότητα· ἄλλο μέν τι τὴν ψυχήν, ἄλλο δέ τι εἶναι τὸ σῶμα διδάξας, ὡς μηκέτι δύο, κατὰ τὸν ἡμέτερον λόγον, ἀλλὰ τρεῖς νοεῖσθαι φύσεις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ΕΡΑΝ. Σὺ γὰρ οὐκ ἄλλην τινὰ φὴς οὐσίαν τὴν τῆς ψυχῆς παρὰ τὴν τοῦ σώματος φύσιν; ΟΡΘ. Ναιχί. ΕΡΑΝ. Πῶς τοίνυν ὁ λόγος παράδοξος ὤφθη σοι; ΟΡΘ. Ὅτι δύο παραιτούμενος εἰπεῖν τρεῖς ὡμολόγησας φύσεις. ΕΡΑΝ. Ἡ πρὸς τοὺς ἀντιπάλους διαμάχη τοῦτο ποιεῖν βιάζεται. Πῶς γὰρ ἄν τις ἑτέρως διαλεχθείη τοῖς τῆς σαρκὸς ἢ τῆς ψυχῆς ἢ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
