# Eranistes 144

Theodoretus, Eranistes, Page 144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/144

ὡσαύτως κοινόν, καὶ μέντοι καὶ σῶμα αὕτη κἀκείνη καλεῖται. Οὐδὲν οὖν ἀπεικός, τὰς ἀγχιστευούσας φύσεις ὑπομεῖναι τὴν κρᾶσιν, καὶ θατέραν ὑπὸ θατέρας ἀφανισθῆναι. Ἐνταῦθα δὲ τὸ διάφορον ἄπειρον, καὶ τοσοῦτον, ὡς μηδεμίαν εἰκόνα τῆς ἀληθείας εὑρίσκεσθαι. Ἐγὼ μέντοι δείκνυμι πολλὰ τῶν κεραννυμένων μὴ συγχεόμενα, ἀλλ' ἀκραιφνῆ διαμένοντα. ΕΡΑΝ. Καὶ τίς ἀκήκοε κρᾶσιν ἄκρατον πώποτε; ΟΡΘ. Ἐγώ σε τοῦτο συνομολογῆσαι παρασκευάσω. ΕΡΑΝ. Εἰ φανείη τὸ ῥηθησόμενον ἀληθές, οὐκ ἀντιτάξομαι τῇ ἀληθείᾳ. ΟΡΘ. Ἀπόκριναι τοίνυν, ἢ ἀνανεύων ἢ κατανεύων, ὅπως ἄν σοι ἔχειν ὁ λόγος δοκῇ. ΕΡΑΝ. Ἀποκρινοῦμαι. ΟΡΘ. Τὸ φῶς ἀνίσχον πάντα δοκεῖ σοι τὸν ἀέρα πληροῦν, πλὴν εἰ μή τις ἐν ἀντρίοις οἰκίσκοις καθειργμένος ἀφώτιστος διαμένοι; ΕΡΑΝ. Δοκεῖ μοι. ΟΡΘ. Καὶ ὅλον δι' ὅλου τοῦ ἀέρος χωρεῖν τὸ φῶς; ΕΡΑΝ. Καὶ τοῦτό μοι συνδοκεῖ. ΟΡΘ. Ἡ δὲ κρᾶσις οὐ δι' ὅλων τῶν κεραννυμένων χωρεῖ; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Τὸν δέ γε πεφωτισμένον ἀέρα οὐ φῶς καὶ ὁρῶμεν καὶ ὀνομάζομεν; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Ἀλλ' ὅμως καὶ παρόντος τοῦ φωτός, καὶ ξηρᾶς ποιότητος αἰσθανόμεθα καὶ ὑγρᾶς· πολλάκις δὲ καὶ ψυχρᾶς καὶ θερμῆς. ΕΡΑΝ. Αἰσθανόμεθα τούτων. ΟΡΘ. Μετὰ δέ γε τὴν τοῦ φωτὸς ἀναχώρησιν μένει λοιπὸν αὐτὸς καθ' αὑτὸν ὁ ἀήρ. ΕΡΑΝ. Ἀληθῆ ταῦτα. ΟΡΘ. Σκόπησον δὴ οὖν καὶ τόδε· ὁ σίδηρος προσομιλῶν τῷ πυρὶ πυρακτοῦται; ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Καὶ δι' ὅλης γε τῆς οὐσίας αὐτοῦ χωρεῖ τὸ πῦρ; ΕΡΑΝ. Ναί. ΟΡΘ. Πῶς οὖν οὐκ ἐναλλάττει τοῦ σιδήρου τὴν φύσιν ἡ ἄκρα ἕνωσις, καὶ ἡ δι' ὅλου χωροῦσά γε κρᾶσις;

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
