# Eranistes 146

Theodoretus, Eranistes, Page 146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/146

ΟΡΘ. Οὐκοῦν οὐδὲ τὸ πεινῆν καὶ διψῆν; ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Οὐδέ γε τὸ βαδίζειν καὶ κοπιᾶν καὶ καθεύδειν, καὶ τὰ ἄλλα ἁπαξαπλῶς τὰ τοιαῦτα; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Εἰ τοίνυν παρὰ τὴν σύλληψιν ἡ ἕνωσις γέγονε, ταῦτα δὲ πάντα μετὰ τὴν σύλληψιν καὶ τὸν τόκον ἐγένετο, οὐκ ἄρα μετὰ τὴν ἕνωσιν τὴν οἰκείαν φύσιν ἡ ἀνθρωπότης ἀπώλεσεν. ΕΡΑΝ. Οὐκ ἀκριβῶς ὡρισάμην. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡ σὰρξ ἐδέξατο τὴν εἰς θεότητος φύσιν μεταβολήν. ΟΡΘ. Οὐδὲν οὖν ἐν αὐτῇ μεμένηκε μετὰ τὴν ἀνάστασιν τῶν ὅσα τὴν φύσιν δηλοῖ. ΕΡΑΝ. Εἰ μεμένηκεν, οὐδὲ γέγονεν ἡ θεία μεταβολή. ΟΡΘ. Πῶς οὖν ἀπιστοῦσι τοῖς μαθηταῖς καὶ τὰς χεῖρας ὑπέδειξε καὶ τοὺς πόδας; ΕΡΑΝ. Ὡς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων. ΟΡΘ. Ἀλλὰ εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων, ὡς ἐξῆλθεν ἐκ τῆς μήτρας, τῶν τῆς παρθενίας κλείθρων ἐπικειμένων, ὡς ἐπὶ θαλάττης ἐβάδισεν. Οὐδέπω δὲ κατὰ τὸν σὸν ἐγεγόνει λόγον τῆς φύσεως ἡ μεταβολή. ΕΡΑΝ. Ἔδειξε τοῖς ἀποστόλοις ὁ δεσπότης χεῖρας, ὡς ἐπάλαισε τῷ Ἰακώβ. ΟΡΘ. Ἀλλ' οὐκ ἐᾷ νοεῖν οὕτως ὁ κύριος. Τῶν γὰρ μαθητῶν πνεῦμα θεωρεῖν τοπασάντων, ἐξήλασε τήνδε τὴν ὑποψίαν ὁ κύριος, καὶ τὴν τῆς σαρκὸς ὑπέδειξε φύσιν. "Τί, γάρ φησι, τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι. Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Καὶ ὅρα τοῦ ῥήματος τὴν ἀκρίβειαν. Οὐ γὰρ εἶπε, σάρκα καὶ ὀστέα ὄντα, ἀλλὰ σάρκα καὶ ὀστέα ἔχοντα, ἵνα δείξῃ, ἄλλο μὲν τὸ ἔχον κατὰ τὴν φύσιν, ἄλλο δὲ τὸ ἐχόμενον. Ὥσπερ γὰρ ἄλλο μέν ἐστι τὸ λαβόν, ἄλλο δὲ τὸ ληφθέν, εἷς δὲ ἐξ ἀμφοῖν ὁ Χριστὸς θεωρεῖται, οὕτω τὸ ἔχον πρὸς τὸ ἐχόμενον πλείστην μὲν ἔχει διαφοράν, οὐκ εἰς

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
