# Eranistes 147

Theodoretus, Eranistes, Page 147. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/147

δύο δὲ πρόσωπα μερίζει τὸν ἐν τούτοις νοούμενον. Ὁ μέντοι κύριος ἀμφιβαλλόντων ἔτι τῶν μαθητῶν, καὶ τροφὴν ᾔτησε, καὶ λαβὼν ἔφαγεν, οὔτε φαντασίᾳ τὴν τροφὴν ἀναλίσκων, οὔτε τοῦ σώματος τὴν χρείαν πληρῶν. ΕΡΑΝ. Καὶ μὴν ἀνάγκη δυοῖν θάτερον δέξασθαι· ἢ γὰρ δεηθεὶς μετέλαβεν, ἢ μὴ δεόμενος ἔδοξε μὲν ἐσθίειν, ἥκιστα δὲ μετέλαβε τροφῆς. ΟΡΘ. Τροφῆς μὲν οὐκ ἔχρῃζεν ἀθάνατον γεγενημένον τὸ σῶμα. Περὶ γὰρ τῶν ἀνισταμένων ὁ κύριος ἔφη· "Ἐκεῖ οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι." Ὅτι μέντοι μετέλαβε τῆς τροφῆς, μάρτυρες οἱ ἀπόστολοι. Ὁ μὲν γὰρ μακάριος Λουκᾶς ἐν τῷ προοιμίῳ τῶν Πράξεων ἔφη, ὡς "Συναλιζόμενος τοῖς ἀποστόλοις ὁ κύριος παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι." Ὁ δὲ θειότατος Πέτρος σαφέστερον εἴρηκεν· "Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν." Ἐπειδὴ γὰρ τῶν κατὰ τὸν παρόντα βίον ζώντων ἴδιον τὸ ἐσθίειν, ἀναγκαίως ὁ κύριος τῆς σαρκὸς τὴν ἀνάστασιν διὰ βρώσεως καὶ πόσεως ἔδειξε τοῖς μὴ νομίζουσιν ἀληθῆ. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τοῦ Λαζάρου καὶ ἐπὶ τῆς Ἰαείρου πεποίηκε θυγατρός. Καὶ γὰρ ταύτην ἀναστήσας προσέταξεν αὐτῇ δοθῆναι φαγεῖν, καὶ τὸν Λάζαρον συνεστιώμενον εἶχε, ταύτῃ δεικνὺς τὴν ἀνάστασιν ἀληθῆ. ΕΡΑΝ. Εἰ δοίημεν ἀληθῶς βεβρωκέναι τὸν κύριον, δῶμεν καὶ πάντας ἀνθρώπους μετὰ τὴν ἀνάστασιν μεταλαμβάνειν τροφῆς. ΟΡΘ. Τὰ διά τινα οἰκονομίαν ὑπὸ τοῦ σωτῆρος γενόμενα οὐκ ἔστι κανὼν καὶ ὅρος τῆς φύσεως· ἐπεὶ καὶ ἄλλα τινὰ ᾠκονόμησεν, ἃ τοῖς ἀναβιώσκουσιν οὐδ' ὅλως συμβήσεται. ΕΡΑΝ. Τίνα ταῦτα; ΟΡΘ. Τῶν ἀνισταμένων τὰ σώματα οὐκ ἄφθαρτα γενήσεται καὶ ἀθάνατα; ΕΡΑΝ. Οὕτως ἡμᾶς ὁ θεῖος Παῦλος ἐδίδαξε. "Σπείρεται, γὰρ ἔφη, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ. Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει. Σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν."

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
