# Eranistes 149

Theodoretus, Eranistes, Page 149. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/149

ΕΡΑΝ. Ἀλλὰ περὶ τὴν αὐτὴν φύσιν ἑκάτερον γίνεται, καὶ ἡ ὑγεία καὶ ἡ ἀσθένεια. ΟΡΘ. Οὐκοῦν τὸ σῶμα οὐσίαν κλητέον, καὶ τὴν νόσον καὶ τὴν ὑγείαν συμβεβηκός. ΕΡΑΝ. Πάνυγε· συμβαίνει γὰρ τῷ σώματι ταῦτά γε, καὶ ἀποσυμβαίνει. ΟΡΘ. Τοιγάρτοι καὶ τὴν φθορὰν καὶ τὸν θάνατον συμβεβηκός, οὐκ οὐσίας ὀνομαστέον· συμβαίνουσι γάρ, καὶ ἀποσυμβαίνουσι. ΕΡΑΝ. Οὕτω κλητέον. ΟΡΘ. Οὐκοῦν καὶ τὰ τῶν ἀνθρώπων σώματα τῆς μὲν φθορᾶς ἀνιστάμενα καὶ τῆς θνητότητος ἀπαλλάττεται, τὴν δέ γε οἰκείαν οὐκ ἀπόλλυσι φύσιν. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Καὶ τὸ δεσποτικὸν τοιγαροῦν σῶμα ἄφθαρτον μὲν ἀνέστη, καὶ ἀπαθὲς καὶ ἀθάνατον καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον, καὶ παρὰ τῶν ἐπουρανίων προσκυνεῖται δυνάμεων· σῶμα δὲ ὅμως ἐστὶ τὴν προτέραν ἔχον περιγραφήν. ΕΡΑΝ. Ἐν μὲν τούτοις εἰκότα λέγειν δοκεῖς. Μετὰ δέ γε τὴν εἰς οὐρανοὺς ἀνάληψιν, οὐκ οἶμαί σε λέξειν, ὡς οὐκ εἰς θεότητος μετεβλήθη φύσιν. ΟΡΘ. Ἐγὼ μὲν οὐκ ἂν φαίην ἀνθρωπίνοις πειθόμενος λογισμοῖς. Οὐ γὰρ οὕτως εἰμὶ θρασύς, ὥστε φάναι τι σεσιγημένον παρὰ τῇ θείᾳ γραφῇ. Ἤκουσα μέντοι τοῦ θεσπεσίου Παύλου βοῶντος, ὅτι "Ἔστησεν ὁ θεὸς ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν." Μεμάθηκα δὲ καὶ παρὰ τῶν ἁγίων ἀγγέλων, ὅτι οὕτως ἐλεύσεται ὃν τρόπον αὐτὸν εἶδον οἱ μαθηταὶ πορευόμενον εἰς τὸν οὐρανόν. Εἶδον δὲ περιγεγραμμένην φύσιν, οὐκ ἀπερίγραφον. Ἤκουσα δὲ καὶ τοῦ κυρίου λέγοντος· "Ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ." Καὶ οἶδα περιγεγραμμένον τὸ ὑπ' ἀνθρώπων ὁρώμενον. Ἀθέατος γὰρ ἡ ἀπερίγραφος φύσις. Καὶ μέντοι καὶ τό, καθίσαι ἐπὶ θρόνου δόξης, καὶ στῆσαι τοὺς μὲν ἀμνοὺς ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων, τὸ περιγεγραμμένον δηλοῖ.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
