# Eranistes 151

Theodoretus, Eranistes, Page 151. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/151

"Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν." Ἐν δέ γε τῇ ποσότητι πολὺ τὸ διάφορον ἔστιν εὑρεῖν, καὶ τοσοῦτον, ὅσον ἡλίου πρὸς ἀστέρας, μᾶλλον δὲ ὅσον δεσπότου πρὸς δούλους, καὶ τοῦ φωτίζοντος πρὸς τὸ φωτιζόμενον. Μεταδέδωκε δὲ ὅμως τῶν οἰκείων ὀνομάτων τοῖς δούλοις, καὶ φῶς καλούμενος, φῶς τοὺς ἁγίους ἐκάλεσεν· "Ὑμεῖς, γάρ φησιν, ἐστὲ τὸ φῶς τοῦ κόσμου." Καὶ ἥλιος δικαιοσύνης ὀνομαζόμενος, περὶ τῶν δούλων φησί· "Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος." Κατὰ τὸ ποιὸν τοίνυν, οὐ κατὰ τὸ ποσόν, σύμμορφα ἔσται τῷ δεσποτικῷ σώματι τῶν ἁγίων τὰ σώματα. Ἰδού σοι διαρρήδην ἐδείξαμεν ὅπερ ἡμᾶς ἐζήτησας. Εἰ δέ σοι δοκεῖ, καὶ ἑτέρως τοῦτο σκοπήσωμεν. ΕΡΑΝ. Πάντα δεῖ λίθον, κατὰ τὴν παροιμίαν, κινεῖν, ὥστε τὸ ἀληθὲς ἐξευρεῖν, οὐχ ἥκιστα δὲ θείων προκειμένων δογμάτων. ΟΡΘ. Εἰπὲ τοίνυν, τὰ μυστικὰ σύμβολα παρὰ τῶν ἱερωμένων τῷ δεσπότῃ θεῷ προσφερόμενα, τίνων ἐστὶ σύμβολα; ΕΡΑΝ. Τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος. ΟΡΘ. Τοῦ ὄντος σώματος ἢ τοῦ οὐκ ὄντος; ΕΡΑΝ. Τοῦ ὄντος. ΟΡΘ. Ἄριστα. Χρὴ γὰρ εἶναι τὸ τῆς εἰκόνος ἀρχέτυπον. Καὶ γὰρ οἱ ζωγράφοι τὴν φύσιν μιμοῦνται, καὶ τῶν ὁρωμένων γράφουσι τὰς εἰκόνας. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Εἰ τοίνυν τοῦ ὄντος σώματος ἀντίτυπά ἐστι τὰ θεῖα μυστήρια, σῶμα ἄρα ἐστὶ καὶ νῦν τοῦ δεσπότου τὸ σῶμα, θεῖον μέντοι καὶ δεσποτικὸν σῶμα, οὐκ εἰς θεότητος φύσιν μεταβληθέν, ἀλλὰ θείας δόξης ἀναπλησθέν. ΕΡΑΝ. Εἰς καιρὸν τὸν περὶ τῶν θείων μυστηρίων ἐκίνησας λόγον· ἐντεῦθέν σοι γὰρ δείξω τοῦ δεσποτικοῦ σώματος τὴν εἰς ἑτέραν φύσιν μεταβολήν. Ἀπόκριναι τοίνυν πρὸς τὰς ἐμὰς ἐρωτήσεις. ΟΡΘ. Ἀποκρινοῦμαι. ΕΡΑΝ. Τί καλεῖς τὸ προσφερόμενον δῶρον πρὸ τῆς ἱερατικῆς ἐπικλήσεως; ΟΡΘ. Οὐ χρὴ σαφῶς εἰπεῖν· εἰκὸς γάρ τινας ἀμυήτους παρεῖναι. ΕΡΑΝ. Αἰνιγματώδης ἡ ἀπόκρισις ἔστω.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
