# Eranistes 152

Theodoretus, Eranistes, Page 152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/152

ΟΡΘ. Τὴν ἐκ τοιῶνδε σπερμάτων τροφήν. ΕΡΑΝ. Τὸ δὲ ἕτερον σύμβολον πῶς ὀνομάζομεν; ΟΡΘ. Κοινὸν καὶ τοῦτο ὄνομα, πόματος εἶδος σημαῖνον. ΕΡΑΝ. Μετὰ δέ γε τὸν ἁγιασμὸν πῶς ταῦτα προσαγορεύεις; ΟΡΘ. Σῶμα καὶ αἷμα Χριστοῦ. ΕΡΑΝ. Καὶ πιστεύεις γε σώματος Χριστοῦ μεταλαμβάνειν καὶ αἵματος; ΟΡΘ. Οὕτω πιστεύω. ΕΡΑΝ. Ὥσπερ τοίνυν τὰ σύμβολα τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος ἄλλα μέν εἰσι πρὸ τῆς ἱερατικῆς ἐπικλήσεως, μετὰ δέ γε τὴν ἐπίκλησιν μεταβάλλεται καὶ ἕτερα γίνεται, οὕτω τὸ δεσποτικὸν σῶμα μετὰ τὴν ἀνάληψιν εἰς τὴν θείαν μετεβλήθη οὐσίαν. ΟΡΘ. Ἑάλως αἷς ὕφηνας ἄρκυσιν. Οὐδὲ γὰρ μετὰ τὸν ἁγιασμὸν τὰ μυστικὰ σύμβολα τῆς οἰκείας ἐξίσταται φύσεως· μένει γὰρ ἐπὶ τῆς προτέρας οὐσίας, καὶ τοῦ σχήματος καὶ τοῦ εἴδους, καὶ ὁρατά ἐστι, καὶ ἁπτά, οἷα καὶ πρότερον ἦν· νοεῖται δὲ ἅπερ ἐγένετο, καὶ πιστεύεται καὶ προσκυνεῖται, ὡς ἐκεῖνα ὄντα ἅπερ πιστεύεται. Παράθες τοίνυν τῷ ἀρχετύπῳ τὴν εἰκόνα, καὶ ὄψει τὴν ὁμοιότητα. Χρὴ γὰρ ἐοικέναι τῇ ἀληθείᾳ τὸν τύπον. Καὶ γὰρ ἐκεῖνο τὸ σῶμα τὸ μὲν πρότερον εἶδος ἔχει, καὶ σχῆμα καὶ περιγραφήν, καὶ ἁπαξαπλῶς, τὴν τοῦ σώματος οὐσίαν· ἀθάνατον δὲ μετὰ τὴν ἀνάστασιν γέγονε, καὶ κρεῖττον φθορᾶς, καὶ τῆς ἐκ δεξιῶν ἠξιώθη καθέδρας, καὶ παρὰ πάσης προσκυνεῖται τῆς κτίσεως, ἅτε δὴ σῶμα χρηματίζον τοῦ δεσπότου τῆς φύσεως. ΕΡΑΝ. Καὶ μὴν τὸ μυστικὸν σύμβολον τὴν προτέραν ἀμείβει προσηγορίαν· οὐκέτι γὰρ ὀνομάζεται ὅπερ πρότερον ἐκαλεῖτο, ἀλλὰ σῶμα προσαγορεύεται. Χρὴ τοίνυν καὶ τὴν ἀλήθειαν θεόν, ἀλλὰ μὴ σῶμα καλεῖσθαι. ΟΡΘ. Ἀγνοεῖν μοι δοκεῖς. Οὐ γὰρ σῶμα μόνον, ἀλλὰ καὶ ἄρτος ζωῆς ὀνομάζεται. Οὕτως αὐτὸ καὶ ὁ κύριος προσηγόρευσε, καὶ αὐτὸ δὲ τὸ σῶμα θεῖον ὀνομάζομεν σῶμα, καὶ ζωοποιὸν καὶ δεσποτικὸν καὶ κυριακόν, διδάσκοντες ὡς οὐ κοινοῦ τινός ἐστιν ἀνθρώπου, ἀλλὰ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
