# Eranistes 157

Theodoretus, Eranistes, Page 157. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/157

μένων, καὶ προσδοκᾶται ὑπὸ Συμεών, καὶ ὑπὸ Ἄννης μαρτυρεῖται, καὶ ζητεῖται ὑπὸ μάγων, καὶ σημαίνεται δι' ἀστέρος, καὶ ὕδωρ ἐν γάμοις οἶνον ἀπεργάζεται, καὶ θαλάττῃ ὑπὸ βίας ἀνέμων κινουμένῃ ἐπιτιμᾷ, καὶ ἐπὶ θαλάσσης περιπατεῖ, καὶ τυφλὸν ἐκ γενετῆς ὁρᾶν ποιεῖ, καὶ νεκρὸν Λάζαρον τετραήμερον ἀνιστᾷ, καὶ ποικίλας δυνάμεις τελεῖ, καὶ ἁμαρτίας ἀφίησι, καὶ ἐξουσίαν δίδωσι μαθηταῖς. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸν κγʹ ψαλμόν. Ἔρχεται ἐπὶ τὰς ἐπουρανίους πύλας, ἄγγελοι αὐτῷ συνοδεύουσι, καὶ κεκλεισμέναι εἰσὶν αἱ πύλαι τῶν οὐρανῶν. Οὐδέπω γὰρ ἀναβέβηκεν εἰς οὐρανούς· πρῶτον νῦν φαίνεται ταῖς δυνάμεσι ταῖς οὐρανίαις σὰρξ ἀναβαίνουσα. Λέγεται οὖν ταῖς δυνάμεσιν ὑπὸ τῶν ἀγγέλων τῶν προτρεχόντων τὸν σωτῆρα καὶ κύριον· "Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης." Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας καὶ ὁμολογητοῦ. Ἐκ τοῦ λόγου τοῦ εἰς τὰς ἐπιγραφὰς τῆς στηλογραφίας. Ἐντεῦθεν τοίνυν ἐπὶ θρόνου προὔγραφεν αὐτὸν ἁγίου καθέζεσθαι, δηλῶν ὅτι σύνθρονος ἀποδέδεικται τῷ θειοτάτῳ πνεύματι διὰ τὸν οἰκοῦντα θεὸν ἐν αὐτῷ διηνεκῶς. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ψυχῆς λόγου. Πρὸ μὲν τοῦ πάθους ἑκάστοτε τὸν σωματικὸν αὑτοῦ προὔλεγε θάνατον, τοῖς ἀμφὶ τοὺς ἀρχιερέας ἐκδοθήσεσθαι φάσκων, καὶ τὸ τοῦ σταυροῦ τρόπαιον ἀπαγγέλλων. Μετὰ δὲ τὸ πάθος τριταῖος ἐκ τῶν νεκρῶν ἀναστάς, ἐνδοιαζόντων αὐτὸν ἐγηγέρθαι τῶν μαθητῶν, ἐπιφανεὶς αὐτοῖς αὐτῷ σώματι, σάρκα μὲν ἅπασαν σὺν ὀστέοις ἔχειν ὁμολογεῖ, ταῖς δὲ ὄψεσι τούτων τὰς τετρωμένας ὑποβάλλων πλευράς, καὶ τοὺς τύπους αὐτοῖς ὑποδεικνύει τῶν ἥλων. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ."

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
