# Eranistes 160

Theodoretus, Eranistes, Page 160. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/160

Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἀκουέτωσαν ὅτι εἰ κτίσμα ἦν ὁ λόγος, οὐ προσελάμβανεν τὸ κτιστὸν σῶμα, ἵνα τοῦτο ζωοποιήσῃ. Ποία γὰρ τοῖς κτίσμασι παρὰ κτίσματός ἐστι βοήθεια, δεομένου καὶ αὐτοῦ σωτηρίας; Ἀλλ' ἐπειδὴ κτίστης ὢν ὁ λόγος αὐτὸς δημιουργὸς γέγονε τῶν κτισμάτων, διὰ τοῦτο καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ κτιστὸν αὐτὸς συνεστήσατο, ἵνα πάλιν αὐτὸ ὡς κτίστης ἀνακαινίσῃ, καὶ ἀνακτίσαι δυνηθῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος. Ἃ δὲ παρεθέμεθα περὶ τοῦ, "Κάθου ἐκ δεξιῶν μου," ὅτι εἰς τὸ κυριακὸν σῶμα λέλεκται. Εἰ γάρ, "Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος," ὥς φησιν Ἰερεμίας, πάντα δὲ χωρεῖ ὁ θεός, ὑπ' οὐδενὸς δὲ χωρεῖται, εἰς ποῖον καθέζεται θρόνον; Τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει, "Κάθου ἐκ δεξιῶν μου." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα αὐτό ἐστι κτίσμα καὶ ποίημα. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει, "Κάθου ἐκ δεξιῶν μου," οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες. Δι' οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονε καὶ ἐχρημάτισε, δι' οὗ παρέδωκεν ἡμῖν μυστηρίου, λέγων, "Τοῦτό ἐστί μου τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον," καί, "Τὸ αἷμα τῆς καινῆς διαθήκης (οὐ τῆς παλαιᾶς), τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον." Θεότης δὲ οὔτε σῶμα οὔτε αἷμα ἔχει, ἀλλ' ὃν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρωπον, αἴτιος τούτων γέγονε, περὶ οὗ εἶπον οἱ ἀπόστολοι· "Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ἄνδρα ἀπὸ θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς." Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς τόμου. Καὶ ὅτε λέγει, "Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα," περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ λέγει, οὐ περὶ τῆς θεότητος. Οὐ γὰρ ὁ ὕψιστος ὑψοῦται, ἀλλ' ἡ σὰρξ τοῦ ὑψίστου ὑψοῦται, καὶ τῇ σαρκὶ τοῦ ὑψίστου ἐχαρίσατο ὄνομα τὸ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
