# Eranistes 162

Theodoretus, Eranistes, Page 162. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/162

κατηξίωσε μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου, ἡνίκα εἴρηκε πρὸς τὸν ἄγγελον, "Ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου," ἀπορρήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναόν, καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ ἐξ αὐτῆς τῆς συλλήψεως, οὐ συναΐδιον ἐκ τῆς ἑαυτοῦ οὐσίας οὐρανόθεν ἐπιφερόμενον σῶμα, ἀλλ' ἐκ τοῦ φυράματος τῆς ἡμετέρας οὐσίας, τουτέστιν ἐκ τῆς παρθένου, τοῦτο εἰληφὼς καὶ ἑαυτῷ ἑνώσας. Οὐχ ὁ θεὸς λόγος εἰς σάρκα τραπείς, οὔτε μὴν φάντασμα φανείς· ἀλλ' ἀτρέπτως καὶ ἀναλλοιώτως τὴν ἑαυτοῦ διατηρῶν οὐσίαν, τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας εἰληφώς, ἑαυτῷ ἥνωσεν. Οὐκ ἀρχὴν ὁ θεὸς λόγος ἐκ τῆς παρθένου εἰληφώς, ἀλλὰ συναΐδιος τῷ ἑαυτοῦ πατρὶ ὑπάρχων, τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κραθείς, ἀλλ' ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς φανείς, κατὰ τὸ γεγραμμένον· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Λύεται γὰρ ὁ Χριστὸς θεὸς κατὰ τὴν ἐμὴν οὐσίαν ἣν ἀνέλαβε, καὶ λελυμένον ἐγείρει τὸν ναὸν ὁ αὐτὸς κατὰ τὴν θείαν οὐσίαν, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργός. Οὐδέποτε μετὰ τὴν ἕνωσιν, ἣν ἐξ αὐτῆς τῆς συλλήψεως ἑαυτῷ ἑνῶσαι κατηξίωσεν, ἢ ἀποστὰς τοῦ οἰκείου ναοῦ, ἢ ἀποστῆναι διὰ τὴν ἄφατον φιλανθρωπίαν δυνάμενος. Ἀλλ' ἔστιν ὁ αὐτὸς παθητὸς καὶ ἀπαθής· παθητὸς κατὰ τὴν ἀνθρωπότητα, ἀπαθὴς κατὰ τὴν θεότητα. Ἴδετε γάρ, ἴδετέ με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Ἐγείρας τοιγαροῦν τὸν ἑαυτοῦ ναὸν ὁ θεὸς λόγος, καὶ ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀνάστασιν καὶ ἀνανέωσιν ἐργασάμενος, καὶ ταύτην τοῖς ἑαυτοῦ μαθηταῖς δείξας, ἔλεγε, "Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε," οὐκ ὄντα, ἀλλ' "ἔχοντα," ἵνα καὶ τὸν ἔχοντα καὶ τὸν ἐχόμενον κατανοήσας, οὐ κρᾶσιν, οὐ τροπήν, οὐκ ἀλλοίωσιν, ἀλλ' ἕνωσιν γεγενημένην ἐπίδοις. Διὰ τοῦτο καὶ τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὴν νύξιν ἐπέδειξε, καὶ ἔμπροσθεν τῶν μαθητῶν ἔφαγεν, ἵνα διὰ πάντων τὴν ἀνάστασιν τῆς ἡμετέρας φύσεως ἐν ἑαυτῷ ἀνανεωθεῖσαν πιστώσηται αὐτούς. Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθής, ἀθάνατος, ἀνενδεὴς διατελῶν,

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
