# Eranistes 163

Theodoretus, Eranistes, Page 163. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/163

πάντα τὰ πάθη εἴασε κατὰ συγχώρησιν τῷ οἰκείῳ ἐπενεχθῆναι ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει, διά τε τοῦ οἰκείου ναοῦ τελείαν τὴν ἀνανέωσιν τῆς ἡμετέρας ἐξειργάσατο φύσεως. Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ἢ παθητὸν τὸν θεὸν λόγον, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα ἀνειληφέναι, ἢ ἄνουν ἄνθρωπον, ἢ τὰς δύο φύσεις τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι φύσιν, καὶ μὴ ὁμολογοῦντας εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι φύσεις ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Τοῦ αὐτοῦ. Οὐκοῦν εἰ ἡ τῶν πάντων σὰρξ ἐν Χριστῷ ὑποβέβληται ὕβρεσι, πῶς μετὰ τῆς θεότητος μιᾶς εἶναι ὑποστάσεως νομίζεται; Εἰ γὰρ μιᾶς ὑποστάσεως ὁ λόγος καὶ ἡ σὰρξ ἡ ἀπὸ γῆς τὴν φύσιν ἔχουσα, μιᾶς ἄρα ὑποστάσεως ὁ λόγος καὶ ἡ ψυχή, ἣν τελείαν ἀνέλαβε. Μιᾶς γὰρ φύσεώς ἐστιν ὁ λόγος μετὰ τοῦ θεοῦ, καὶ κατὰ τὴν τοῦ πατρὸς καὶ αὐτοῦ τοῦ υἱοῦ ὁμολογίαν τὴν λέγουσαν, "Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν·" οὐκοῦν καὶ ὁ πατὴρ τῆς αὐτῆς οὐσίας μετὰ τοῦ σώματος ὀφείλει νομίζεσθαι. Καὶ τί ἔτι τοῖς Ἀρειανοῖς χολᾶτε, τοῖς λέγουσι τὸν υἱὸν τοῦ θεοῦ κτίσμα εἶναι, αὐτοὶ λέγοντες τὸν πατέρα μιᾶς εἶναι μετὰ τῶν κτισμάτων οὐσίας; Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Γρατιανὸν τὸν βασιλέα ἐπιστολῆς. Φυλάξωμεν διαίρεσιν θεότητος καὶ σαρκός. Εἰ τοῖς ἑκατέροις ἀποκρίνεται ὁ υἱὸς τοῦ θεοῦ, ἐπειδὴ ἐν αὐτῷ ἑκάτεραι φύσεις εἰσίν, ὁ αὐτὸς λαλεῖ, ἀλλ' οὐχ ἡμῖν πάντοτε ἑνί γε τρόπῳ. Πρόσεχε ἐν αὐτῷ νῦν μὲν δόξαν φθεγγόμενον, νῦν δὲ ἀνθρώπινα πάθη. Ὡς θεὸς λαλεῖ τὰ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
