# Eranistes 164

Theodoretus, Eranistes, Page 164. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/164

θεῖα, ἐπειδήπερ ὁ λόγος ἐστίν· ὡς ἄνθρωπος λέγει τὰ ταπεινά, ἐπειδήπερ ἐν τῇ ἐμῇ ὑποστάσει λαλεῖ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅθεν ἐκεῖνο τὸ ἀναγνωσθέν, ὡς ὁ κύριος τῆς δόξης ἐσταύρωται, μὴ τῇ ἑαυτοῦ δόξῃ σταυρωθέντα νομίσωμεν. Ἀλλ' ἐπειδὴ οὗτος θεός τε καὶ ἄνθρωπος, κατὰ μὲν τὴν θεότητα θεός, κατὰ δὲ τὴν πρόσληψιν τῆς σαρκὸς ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται. Καὶ γὰρ ἑκατέρας μετέχει φύσεως, τουτέστιν ἀνθρωπίνης καὶ θείας. Ἐν τῇ τοῦ ἀνθρώπου γὰρ φύσει τὸ πάθος ὑπέμεινεν, ἵνα ἀδιαιρέτως καὶ κύριος τῆς δόξης καὶ υἱὸς ἀνθρώπου εἶναι λέγηται ὁ παθών, καθὼς γέγραπται, "Ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς." Τοῦ αὐτοῦ. Σιγάτωσαν τοιγαροῦν αἱ περὶ τῶν λόγων μάταιαι ζητήσεις. Ἡ γὰρ τοῦ θεοῦ βασιλεία, καθὼς γέγραπται, οὐκ ἐν πειθοῖς λόγων ἐστίν, ἀλλ' ἐν ἀποδείξει δυνάμεως. Φυλάξωμεν τὴν διαφορὰν τῆς σαρκός τε καὶ τῆς θεότητος. Εἷς γὰρ θεοῦ υἱός, εἷς ἑκάτερα λαλεῖ, ἐπειδήπερ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῷ. Ἀλλ' εἰ καὶ αὐτὸς λαλεῖ, οὐχ ἑνὶ μέντοι γε πάντοτε τρόπῳ λαλεῖ. Ὁρᾷς γὰρ ἐν αὐτῷ νῦν μὲν δόξαν θεοῦ, νῦν δὲ πάθη ἀνθρώπων. Ὡς θεὸς λαλεῖ τὰ θεῖα, ἐπειδήπερ λόγος· ὡς ἄνθρωπος λαλεῖ τὰ ὄντα ἀνθρώπινα, ἐπειδήπερ ἐν ταύτῃ ἐλάλει τῇ φύσει. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου κατὰ Ἀπολιναριστῶν. Ἀλλ' ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι, λέγοντες τό τε σῶμα τοῦ Χριστοῦ καὶ τὴν θεότητα μιᾶς φύσεως εἶναι. Ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν ἠρεύξατο; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται, ὥστε μείζων φιλονεικία πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν· ἐπειδήπερ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς φύσεως εἰπεῖν ἐπεχείρησαν.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
