# Eranistes 165

Theodoretus, Eranistes, Page 165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/165

Τοῦ αὐτοῦ. Καὶ οὗτός μοι λέγει συνεχῶς τῆς ἐν Νικαίᾳ συνόδου ἑαυτὸν κατέχειν τὴν ἔκθεσιν· ἀλλ' ἐν ἐκείνῃ τῇ ἐξετάσει οἱ ἡμέτεροι πατέρες, οὐχὶ τὴν σάρκα, τὸν δὲ τοῦ θεοῦ λόγον, ἐκ μιᾶς ἐν τῷ πατρὶ οὐσίας εἶναι εἰρήκασι. Καὶ τὸν μὲν λόγον ἐκ τῆς τοῦ πατρὸς προεληλυθέναι οὐσίας, τὴν δὲ σάρκα ἐκ τῆς παρθένου τυγχάνειν ὡμολογήκασι. Διὰ τί τοίνυν ἡμῖν τὸ μὲν τῆς ἐν Νικαίᾳ προτείνουσιν ὄνομα, εἰσάγουσι δὲ καινά, καὶ ἅπερ οὐκ ἐνεθυμήθησαν οἱ ἡμέτεροι πρόγονοι; Τοῦ αὐτοῦ κατὰ Ἀπολιναρίου. Μήτε σὺ τοίνυν θέλε κατὰ φύσιν ἴσον τῆς θεότητος εἶναι τὸ σῶμα. Καὶ γὰρ πιστεύσεις, ὡς ἀληθὲς εἴη τὸ σῶμα τοῦ Χριστοῦ, καὶ προσκομίσεις τῷ θυσιαστηρίῳ πρὸς μεταποίησιν, μὴ διαστίξῃς δὲ τὴν τῆς θεότητος καὶ τοῦ σώματος φύσιν, ἐροῦμεν καὶ σοί, "Ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες, ἡσύχασον." Δίελε γὰρ τόγε ὑπάρχον ἡμῶν, καὶ ὅπερ οἰκεῖον τυγχάνει τοῦ λόγου. Οὐκοῦν ἐγὼ μὲν οὐκ εἶχον ὅπερ ὑπῆρχεν αὐτοῦ· ἐκεῖνος δὲ οὐκ εἶχεν ὅπερ ὑπῆρχεν ἐμόν. Καὶ ἔλαβεν ὅπερ ὑπῆρχεν ἐμόν, μεταδώσων τῶν οἰκείων ἡμῖν· καὶ τοῦτο πρὸς ἀναπλήρωσιν οὐ σύγχυσιν ἀνεδέξατο. Τοῦ αὐτοῦ μετ' ὀλίγα. Παυσάσθωσαν τοίνυν οἱ λέγοντες ὡς ἡ τοῦ λόγου φύσις εἰς σαρκὸς μεταβέβληται φύσιν· ἵνα μὴ δόξῃ μεταβληθεῖσα κατὰ τὴν αὐτὴν ἑρμηνείαν γεγενῆσθαι καὶ ἡ τοῦ λόγου φύσις τοῖς τοῦ σώματος παθήμασι σύμμορφος. Ἕτερον γάρ ἐστι τὸ προσλαβόν, καὶ ἕτερόν ἐστι τὸ προσληφθέν. Δύναμις ἦλθεν ἐπὶ τὴν παρθένον, ὡς ὁ ἄγγελος πρὸς αὐτὴν λέγει, "Ὅτι δύναμις ὑψίστου ἐπισκιάσει σοι." Ἀλλ' ἐκ τοῦ σώματος ἦν τῆς παρθένου τὸ τεχθέν· καὶ διὰ τοῦτο, θεία μὲν ἡ κατάβασις, ἡ δὲ σύλληψις ἀνθρωπίνη. Οὐκ αὐτὴ οὖν ἠδύνατο τοῦ τε σώματος πνεῦμα καὶ τῆς θεότητος φύσις.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
