# Eranistes 166

Theodoretus, Eranistes, Page 166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/166

Τοῦ ἁγίου Βασιλείου ἐπισκόπου Καισαρείας. Ἐκ τοῦ περὶ εὐχαριστίας λόγου. Διόπερ ἐπιδακρύσας τῷ φίλῳ, αὐτός γε τὴν κοινωνίαν τῆς ἀνθρωπίνης φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ' ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε· μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων. Ὡς οὖν κατεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης αὐτῷ, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης τῆς ἐν τῷ σώματι· καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων ἐκ τῆς ὁδοιπορίας ὑπερταθέντων· οὐ τῆς θεότητος τῷ καμάτῳ πιεζομένης, ἀλλὰ τοῦ σώματος τὰ ἐκ φύσεως ἐπακολουθοῦντα συμπτώματα δεχομένου. Τοῦ αὐτοῦ εἰς τὸ κατὰ Εὐνομίου. Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν ἴσον δύνασθαι τῷ ἐν οὐσίᾳ θεοῦ ὑπάρχειν φημί. Ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν κύριον ἡμῶν γεγενῆσθαι σημαίνει, οὕτως ὁ λέγων ἐν μορφῇ θεοῦ ὑπάρχειν τῆς θείας οὐσίας παρίστησι τὴν ἰδιότητα. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Ναζιανζοῦ. Ἐκ τοῦ λόγου τοῦ εἰς τὴν νέαν κυριακήν. Ἥξειν πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας, κρίνοντα ζῶντας καὶ νεκρούς. Οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ, οἷς αὐτὸς οἶδε λόγοις θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ θεὸς ἔξω παχύτητος. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς. Φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
