# Eranistes 167

Theodoretus, Eranistes, Page 167. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/167

δὲ οὐ δύο. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος καλεῖ τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτός. Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, ἐπεὶ μὴ ταὐτὸν τὸ ὁρατὸν τῷ ἀοράτῳ, καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον προτέρας ἐκθέσεως. Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν σάρκα λέγει, καὶ γυμνὴν εἶναι τὴν θεότητα σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας. Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; Οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτίθεται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας· ἢ εἰς τὸν ἀέρα ἐχέθη καὶ διελύθη, ὡς φωνῆς φύσις, καὶ ὀδμῆς ῥύσις, καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης. Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι μετὰ τὴν ἀνάστασιν, ἐν ᾗ ὀφθήσεταί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; θεότης δὲ καθ' ἑαυτὴν ἀόρατος. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου βʹ. Ὡς μὲν γὰρ λόγος, οὔτε ὑπήκοος ἦν, οὔτ' ἀνήκοος· τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα, καὶ τῶν δευτέρων· τὸ μὲν τῶν εὐγνωμονεστέρων, τὸ δὲ τῶν ἀξίων κρίσεως. Ὡς δὲ δούλου μορφή, συγκαταβαίνει τοῖς ὁμοδούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ φέρων ἐμὲ μετὰ τῶν ἐμῶν, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, ἢ ὡς ἀτμίδα γῆς ἥλιος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὰ θεοφάνια. Ἐπειδὴ τοίνυν προῆλθεν ἐκ τῆς παρθένου μετὰ τῆς προσλήψεως ἐκ δύο τῶν ἑαυτοῖς ἐναντίων σαρκὸς καὶ πνεύματος. Ὧν τὸ μὲν αὐτῶν εἰς τὸν θεὸν προσειλῆφθαι, τὸ δὲ τὴν χάριν παρέσχηκε τῆς θεότητος.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
