# Eranistes 168

Theodoretus, Eranistes, Page 168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/168

Τοῦ αὐτοῦ μετ' ὀλίγα. Ἀπεστάλη μέν, ἀλλ' ὡς ἄνθρωπος. Διπλῆ γὰρ ἦν ἡ φύσις αὐτοῦ, ἀμέλει τοι ἐντεῦθεν καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσεν, ἀνθρωπίνου σώματος νόμῳ. Τοῦ αὐτοῦ ἐν τῷ βʹ λόγῳ τῷ περὶ υἱοῦ. Θεὸς δὲ λέγοιτο ἄν, οὐ τοῦ λόγου, τοῦ ὁρωμένου δέ. Πῶς γὰρ ἂν εἴη τοῦ κυρίως θεοῦ θεός; Ὥσπερ καὶ πατήρ, οὐ τοῦ ὁρωμένου, τοῦ λόγου δέ. Καὶ γὰρ ἦν διπλοῦς. Ὥστε τὸ μὲν κυρίως ἐπ' ἀμφοῖν, τὸ δὲ οὐ κυρίως, ἀλλ' ἐναντίως ἢ ἐφ' ἡμῶν ἕξει. Ἡμῶν γὰρ κυρίως μὲν θεός, οὐ κυρίως δὲ πατήρ. Καὶ τοῦτό ἐστιν ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις, ἐπαλλαττομένων τούτων διὰ τὴν σύγκρασιν. Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· "Ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης." Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. Τούτων τί ἂν γένοιτο γνωριμώτερον; Πέμπτον λεγέσθω, τὸ λαμβάνειν αὐτὸν ζωήν, ἢ κρίσιν, ἢ κληρονομίαν ἐθνῶν, ἢ ἐξουσίαν πάσης σαρκός, ἢ δόξαν, ἢ μαθητάς, ἢ ὅσα λέγεται. Καὶ ταῦτα τῆς ἀνθρωπότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. "Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς." Πρεσβεύει γὰρ ἔτι ὡς ἄνθρωπος καὶ νῦν ὑπὲρ τῆς ἐμῆς σωτηρίας. Ὅτι μετὰ τοῦ σώματός ἐστιν ὃ προσέλαβεν, ἕως ἂν ἐμὲ ποιήσῃ θεόν, τῇ δυνάμει τῆς ἐνανθρωπήσεως, κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη, καὶ χωρὶς τῆς ἁμαρτίας τῆς ἡμετέρας.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
