# Eranistes 172

Theodoretus, Eranistes, Page 172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/172

τοῦ θεοῦ, καὶ λέγων αὐτοῖς ῥήμασιν οὕτως· "Ὥσπερ ὁ υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσιν, οὕτω καὶ ἣν εἴληφεν ὁ υἱὸς ψυχὴν καὶ αὐτὸς ἕν εἰσιν·" ἀγνοῶν ὅτι ὁ μὲν υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσι διὰ τὴν μίαν οὐσίαν καὶ τὴν αὐτὴν θεότητα· ἡ δὲ ψυχὴ καὶ ὁ υἱὸς ἑτέρα πρὸς ἑτέραν ἐστὶν οὐσία τε καὶ φύσις. Εἰ γὰρ ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσιν, οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ καὶ ὁ υἱὸς ἕν εἰσιν, ἔσται καὶ ὁ πατὴρ καὶ ἡ ψυχὴ ἕν, καὶ λέξει ποτὲ καὶ ἡ ψυχὴ τοῦ υἱοῦ· "Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα." Ἀλλ' οὐκ ἔστι τοῦτο, μὴ γένοιτο. Ὁ γὰρ υἱὸς καὶ ὁ πατὴρ ἕν, ἐπειδὴ μὴ διάφοροι θεότητες· ἡ δὲ ψυχὴ καὶ ὁ υἱὸς καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἕτερον, ἐπειδὴ καὶ αὐτὴ δι' αὐτοῦ γέγονεν ὁμοούσιος ἡμῖν ὑπάρχουσα. Εἰ γὰρ ᾧ τρόπῳ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσιν, τούτῳ τῷ τρόπῳ καὶ ἡ ψυχὴ καὶ ὁ υἱὸς ἕν εἰσι, κατὰ τὸν Ὠριγένους λόγον, ἔσται καὶ ἡ ψυχὴ ὡς ὁ υἱός, "Ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ." Ἀλλὰ μὴν ἀδύνατον τοῦτο· ἀδύνατον ἄρα καὶ τὸν υἱὸν καὶ τὴν ψυχὴν αὐτοῦ ἓν εἶναι, καθάπερ αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι. Καὶ τί ποιήσει πάλιν ἑαυτῷ περιπίπτων; Γράφει γὰρ οὕτως· Οὐ δήπου γὰρ ἡ τεταραγμένη καὶ περίλυπος οὖσα ψυχὴ ὁ μονογενὴς καὶ πρωτότοκος πάσης κτίσεως ἐτύγχανεν οὖσα. Ὁ γὰρ θεὸς λόγος, ὡς κρείττων τῆς ψυχῆς τυγχάνων, αὐτὸς ὁ υἱός φησιν, "Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν." Εἰ τοίνυν κρείττων ἐστὶν ὁ υἱὸς τῆς ἑαυτοῦ ψυχῆς, ὥσπερ οὖν καὶ κρείττων ὁμολογεῖται, πῶς ἡ ψυχὴ τούτου ἴσα θεῷ καὶ ἐν μορφῇ θεοῦ; Αὐτὴν γὰρ εἶναι φάμενος τὴν κενώσασαν ἑαυτὴν καὶ μορφὴν δούλου λαβοῦσαν, ταῖς ὑπερβολαῖς τῶν ἀσεβειῶν ἐπισημότερος τῶν ἄλλων αἱρετικῶν ἐγένετο, ὡς ἐπεσημηνάμεθα. Εἰ γὰρ ἐν μορφῇ θεοῦ ὑπάρχει ὁ λόγος, καὶ ἴσα θεῷ ἐστιν, ἐν μορφῇ δὲ θεοῦ ὑπάρχειν καὶ ἴσα θεῷ τὴν ψυχὴν τοῦ σωτῆρος οἴεται, τολμήσας οὕτω γράψαι, πῶς τὸ ἴσον κρεῖττόν ἐστι; Τὰ γὰρ ὑπερβεβηκότα τὴν φύσιν τῶν ὑπὲρ αὐτὰ τὸ κρεῖττον μαρτυρεῖ.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
